Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 34
Gelasius, Historia Ecclesiastica 34.1
Not analysed yet
Ἐπειδὴ δὲ καὶ Μελίτιός τις ἐπισκοπῆς χειροτονίας ἠξιωμένος οὐ πρὸ πολλοῦ τῆς Ἀρείου μανίας, διελεγχθεὶς ὑπὸ τοῦ θειοτάτου Πέτρου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, τοῦ καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀναδησαμένου, καθαιρεθεὶς ὁ αὐτὸς Μελίτιος οὐκ ἔστερξε τὴν τῆς καθαιρέσεως ψῆφον, ἀλλὰ τήν τε Θηβαίδα καὶ τὴν πελάζουσαν Αἴγυπτον θορύβων καὶ ζάλης ἐνέπλησε, τυραννίδι κατὰ τῆς Ἀλεξάνδρου τοῦ ἐπισκόπου χρώμενος προεδρίας· ἔγραψε δὲ τὸ κοινὸν τῆς συνόδου πρὸς τὴν τῶν Ἀλεξανδρέων ἐκκλησίαν, ἅπερ περὶ τῆς τούτου νεωτεροποιίας ἐνομοθέτησεν·