# Historia Ecclesiastica 34.9-14

Gelasius, Historia Ecclesiastica, 34.9 to 34.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/34.9

τοὺς δὲ χάριτι θεοῦ καὶ εὐχαῖς ὑμετέραις ἐν μηδενὶ σχίσ- >ματι εὑρεθέντας, ἀλλὰ ἀκηλιδώτους ἐν τῇ καθολικῇ καὶ >ἐκκλησίᾳ ὄντας ἐξουσίαν ἔχειν καὶ προχειρίζεσθαι καὶ ὀνόματα >λέγεσθαι τῶν ἀξίων τοῦ κλήρου καὶ ὅλως πάντα ποιεῖν καὶ >νόμον καὶ θεσμὸν τὸν ἐκκλησιαστικόν. εἰ δέ τινα συμβαίη ἀνα- >παύσασθαι τῶν ἐν τῇ ἐκκλησίᾳ τηνικαῦτα προσαναβαίνειν εἰς >τιμὴν τοῦ τετελευτηκότος τοὺς ἄρτι προσληφθέντας μόνον εἰ >φαίνοιντο καὶ ὁ λαὸς αἱροῖτο συνεπιψηφίζοντος αὐτῷ καὶ >σφραγίζοντος τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου. τοῦτο δὲ τοῖς >μὲν ἄλλοις ἅπασι συνεχωρήθη· ἐπὶ δὲ τοῦ Μελιτίου >οὐκέτι τὰ αὐτὰ ἔδοξε διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν καὶ διὰ >πρόχειρον καὶ προπετὲς τῆς γνώμης, ἵνα μηδεμία ἐξουσία ἢ >αὐτῷ δοθείη, ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς αὐτὰς ἀταξίας >ποιῆσαι. ταῦτά ἐστι τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ καὶ τῇ >ἀγιωτάτῃ Ἀλεξανδρέων ἐκκλησίᾳ. εἰ δὲ τι ἄλλο ἢ ἐκανονίσθη >ἐκογματίσθη συμπαρόντος τοῦ κυρίου καὶ τιμιωτάτου >καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου, αὐτὸς παρὼν ἀκριβέστερον >ταῦτα πρὸς ὑμᾶς, ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς τῶν >τυγχάνων. >Εὐαγγελιζόμεθα δὲ ὑμᾶς καὶ περὶ τῆς συμφωνίας τοῦ >τάτου πάσχα, ὅτι ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο >μέρος, ὥστε πάντας τοὺς ἐν τῇ ἑώᾳ ἀδελφούς, τοὺς μετὰ >Ἰουδαίων τὸ πρότερον ποιοῦντας, συμφώνως Ῥωμαίοις καὶ ὑμῖν >πᾶσιν ἡμῖν τοῖς ἐξ ἀρχαίου μεθ’ ὑμῶν φυλάσσουσι τὸ πάσχα ἐκ >δεῦρο ἄγειν τὴν αὐτὴν ἀγιωτάτην ἑορτὴν τοῦ πάσχα. »Ἐγκύκλιος ἐπιστολὴ γραφεῖσα παρὰ Εὐσεβίου ἐπισκόπου Καισαρείας τῆς ἐν >Παλαιστίνῃ.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
