Ancient Greek · ~3 min
ΛΟΓΟΣ Bݲ, Chapter 37
Gelasius, Historia Ecclesiastica 37.12
Not analysed yet
>Ἔνθα καὶ περὶ τῆς τοῦ πάσχα ἁγιωτάτης ἡμέρας γενομένης >ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν ἐπὶ μιᾶς ἡμέρας >τοὺς ἁπανταχόσε Χριστιανοὺς τὴν σωτήριον ἑορτὴν ἐπιτελεῖν >τοῦ ἁγιωτάτου πάσχα. τί γὰρ ἡμῖν κάλλιον, τί δὲ >ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ’ ἧς τὴν >ἀληθέιας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ >πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; καὶ πρῶτον μὲν ἀνάξιον >εἶναι τὸ τὴν ἁγιωτάτην ἑορτὴν ἐκείνην τῇ τῶν Ἰουδαίων >συνηθείᾳ πληροῦν, οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ >χράναντεες εἰκότως τὰς ψυχ· ὰς οἱ μιαροὶ τυφλώττουσιν. ἔξεστι >τοῦ ἐκείνων ἔθους ἀποβληθέντος ἀληθεστέρᾳ τάξει, ἥν ἐκ πρώτης >τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ >μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν >σθαι.