Ancient Greek
37.15 to 37.17
Gelasius, Historia Ecclesiastica 37.15-17
Not analysed yet
τίνος οὖν χάριν >τούτοις ἑπόμεθα τοῖς δεινὴν πλάνην ὡμολογημένως ἔχουσι; >γὰρ τὸ πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν ποτε ποιεῖν ἀνεξόμεθα. >εἰ καὶ ταῦτα μὴ προὔκειτο, τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν *πάντοτε >ἐν μηδενὸς ὁμοιότητι ἐκείνων τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς >νεῖν δοκεῖν ἀνθρώπων αἰσθήσει καγκάκων. >Πρὸς τούτοις κἀκεῖνο πάρεστι συνορᾶν, ὡς ἐν τηλικούτῳ πράγ- >ματι καὶ τοιαύτης θρησκείας ἐορτῇ διαφωνίαν ὑπάρχειν ἐστὶν ἀθέ- >μιτον. μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν, τοῦτ᾿ ἔστι τοῦ ἁγιωτάτου πάθους, ὀ ἡμέτερος παρέδωκε σωτήρ, μίαν εἶναι >τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται· εἰ καὶ τὰ μάλιστα >πολλούς τε καὶ διαφόρους τόπους τὰ μέλη συνάγοιτο, ἀλλ᾿ ὅμως >ἑνὶ πνεύματι, τοῦτ᾿ ἔστι τῷ θείω βουλήματι, θάλπεται.