Ancient Greek · ~4 min
ΛΟΓΟΣ Bݲ, Chapter 37
Gelasius, Historia Ecclesiastica 37.19
Not analysed yet
>Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν >μετὰ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων εἰναι ἡμῖν >νόν, ἔστι δὲ τάξις εὐπρεπής, ἣν ἅπασαι αἱ τῶν δυτικῶν >βρινῶν καὶ ἀρκτώων τῆς οἰκουμένης μερῶν φυλάττουσιν >ἥν τινες τῶν κατὰ τὴν ἑώαν τόπων οὐ προσίενται, ὡν ἕνεκεν >τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο καὶ αὐτὸς δὲ τῇ ὑμε- >τέρᾳ ἀγχινοίᾳ ἀρέσκειν ὑπεσχόμην, ἵν᾿ ὅπερ δἄν κατὰ τὴν >πόλιν Ἰταλίαν τε καὶ Ἀφρικὴν πᾶσαν Σπανίαν τε καὶ >Βρεττανίας Αἴγυπτόν τε καὶ Λιβύας Ἑλλάδα τε ὅλην Ἀσιανήν >διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν μιᾷ καὶ τῇ αὐτῇ συμφώνῳ φυ- >λάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται >λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρη- >μένους τόπους ἐκκλησιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα >πάντας ὁσιώτατόν ἐστι βουλεύεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς >ἀπαιτεῖν δοκεῖ, τὸ μηδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας σχεῖν >νωνίαν.