# Historia Ecclesiastica 37.22-25

Gelasius, Historia Ecclesiastica, 37.22 to 37.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/37.22

ἡμέρᾳ τὴν ἁγίαν μεθ᾿ ὑμῶν ἐορτὴν ἐπι- >τελέσαι δυνηθῶ καὶ πάντων ἕνεκεν μεθ᾿ ὑμῶν εὐδοκήσω, >τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν >πράξεων ἀνῃρημένην, ἀκμαζούσης δὲ πανταχοῦ τῆς >καὶ εἰρήνης καὶ ὁμονοίας, εὐχαριστηρίους ὕμνους μεθ’ ὑμῶν >πέμψω τῷ πανευεργέτῃ καὶ σωτῆρι θεῷ. ὀ θεὸς ὑμᾶς διαφυλάξει, >ἀδελφοὶ ἀγαπητοί«. Ταῦτα μὲν οὐν τοῖς ἀπολειφθεῖσι τῆς συνόδου ἐπέστειλε· τοὺς δὲ συνεληλυθότας ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας, κατὰ ταὐτὸν ἐστίασεν ἅπαντας, τοὺς μὲν ἐπισημοτέρους ὁμοτραπέζους λαβών, τοὺς δὲ ἄλλους διελὼν ὀφθαλμοὺς εἰς τὰς ἄλλας τραπέζας. θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς οὐκ ἔχοντας, ἀλλ’ ἐκκεκομμένους καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐσέβειαν τὴν εἰς Χριστὸν ἑδραῖον τοῦ πάθους ἐγένετο αἴτιον, χείλη τοῖς τραύμασι προσενηνοχὼς ἑλκύσειν ἐκεῖθεν τῷ φιλήματι τὴν εὐλογίαν ἐπίστευε, τέλος δὲ τοῦ συμποσίου λαβόντος ἕτερα πάλιν αὐτοῖς προσενήνοχε δῶρα. καὶ μέντοι καὶ γράμματα πρὸς τοὺς τῶν ἐθνῶν προστατεύοντας δέδωκεν ἄρχοντας, καθ’ ἑκάστην πόλιν χορηγεῖσθαι παρεγγυῶν ἀειπαρθένοις καὶ χήραις καὶ τοῖς τῇ θείᾳ λειτουργίᾳ ἀφιερωμένοις ἐτήσια σιτηρέσια, φιλοτιμίᾳ μᾶλλον ἢ χρείᾳ ταῦτα μετρήσας.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
