# Historia Ecclesiastica 37.28

Gelasius, Historia Ecclesiastica, ΛΟΓΟΣ Bݲ, Chapter 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/37.28

ἑξκαιδεκάτῳ μὲν ἔτει καὶ μησὶν ἓξ τῆς βασιλείας αὐτοῦ, καθὼς καὶ ἀνωτέρω ὁ λόγος ἀπέδειξε κατὰ τὰ παλαιὰ διηγήματα, τὴν ἁγίαν τῶν ἐπισκόπων συναθροίσας σύνοδον. εἰκοστῷ δὲ ἔτει διαλυσάντων τὸ τῆς συνόδου συνέδριον, ἀνέλυσεν ἕκαστος εἰς τὰς ἰδίας παροικίας, καθὼς προανατέτακται. Ἐγὼ δὲ τὰ ἐν αὐτῇ τῇ ἁγίᾳ συνόδῳ περὶ τῆς καθολικῆς καὶ ὀρθοδόξου πίστεως τῆς τε σεβασμίου ἑορτῆς τοῦ ἁγίου πάσχα τῶν τε τῆς ἐκκλησιαστικῆς θείας λειτουργίας διατυπώσεων τῶν τε τῆς ἐν αὐτῇ εὐταξίας κανόνων κριθέντα καὶ ὁρισθέντα ἐντάξας κατὰ δύναμιν τῇδε τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ, πρὸς πληρεστάτην ἀσφάλειαν τῶν ἐντευξομένων τῷδε τῷ συγγράμματι ἐνταῦθα καταπαύσω τὸν λόγον, τὰ λοιπὰ τοῦ πανευφήμου καὶ πιστοτάτου βασιλέως εὐσεβῆ ὑπὲρ τῆς πίστεως σπουδάσματα ἐν τρίτῳ κατατάξαι συνιδὼν συντάγματι, εἰς δόξαν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ καὶ εἰς ἐναργεστάτην ἀπόδειξιν τῆς τοῦ πιστοτάτου βασιλέως εὐσεβείας. Ἐκεῖνο μόνον προσθεῖναι ἐνταῦθα ἀναγκαῖον ᾠήθην (μὴ πάρεργον ἡγησάμενος. ἀλλὰ καὶ λίαν ἁρμόδιον)· τὰ τῶν ἐπισκόπων ὀνόματα τῶν ὑπὸ τοῦ κοινοῦ πάντων τῶν ἐπισκόπων εἰς τὰς ἁπανταχοῦ γῆς ἐπαρχίας σταλέντων, δι᾿ ὧν τὰ ὑπὸ τῆς συνόδου κριθέντα διὰ συνοδικῶν ἐπιστολῶν καὶ τῶν τοῦ πανευφήμου βασιλέως γραμμάτων πάσαις διεπέμψατο ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις εἰς δόξαν τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν καὶ τοῦ ἁγίου πνεύματος. ἀμήν. Κατάλογος τῶν ἁγίων ἐπισκόπων, δι’ ὧν ἡ σὺν αὐτοῖς ἐν Νικαίᾳ ἁγία καὶ μεγάλη καὶ οἰκουμένικὴ σύνοδος ταῖς ἀνὰ τὴν οἰκουμένην ἐκκλησίαις τοῦ θεοῦ διεπέμψατο τὰ ἐν αὐτῇ δι᾿ αὐτῶν κεκριμένα ὑπὸ τοῦ ἁγίου πνεύματος.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
