Ancient Greek · ~4 min
37.8 to 37.10
Gelasius, Historia Ecclesiastica 37.8-10
Not analysed yet
ὅ γὰρ τοῖς ἁγίοις ἤρεσεν ἐπισκόποις, οὐδέν ἐστιν ἕτερ(ον ἢ >μόνου τοῦ υἱοῦ τοῦ θεοῦ γνώμη, μάλιστα ὅπου γε καὶ τὸ πνεῦμα τοιούτων καὶ τηλικούτων ἀνδρῶν ταῖς διανοίαις ἐγκείμενον >τὴν θείαν βούλησιν ἐξεφώτισε. διὸ μηδεὶς ἀμφιβαλλέτω, μηδεὶς >ὑπερτιθέσθω, ἀλλὰ προθύμως πάντες εἰς τὴν ἀληθεστάτην >ἐπανίητε, ἕν’ ἐπειδὰν ὅσον οὐδεπώποτε πρὸς ὑμᾶς ἀφίκωμαι, >ὀφειλομένας τῷ παντεφόρῳ θεῷ μεθ΄ ὑμῶν ὁμολογήσω >ὅτιπερ τὴν εἰλικρινῆ Πίστιν ἐπιδείξας τὴν εὐκταίαν ἡμῖν >ἀποδέδωκεν. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί«. Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου, ἣν ἀπὸ τῆς Νικαέων ἀπέστειλε ἀπολειφθεῖσι τῆς συνόδου ἐπισκόποις. »Κωνσταντῖνος Σεβαστὸς ἐκκλησίαις καὶ ἐπισκόποις τοῖς τῆς ἁγίας >καὶ μεγάλης έν Νικαίᾳ συνόδου ἀπολειφθεῖσι χαίρειν. >Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας, ὅση τῆς θείας >μεωςπέφυκε χάρις, τοῦτον καὶ πρὸ πάντων ἔκρινα εἶναί μοι σκοπὸν προσ- >ήκειν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας >θεσι πίστις μία καὶ εἰλικρινὴς ἀγάπη ὁμογνώμων τε εὐσέβεια περὶ >παντοκράτορα θεὸν τηρῆται.