Ancient Greek · ~7 min
38.1 to 38.13
Gelasius, Historia Ecclesiastica 38.1-13
Not analysed yet
Ὅσιος ἐπίσκοπος Κουρδούβης ταῖς κατὰ Ῥώμην καὶ Σπανίαν καὶ Ἰταλίαν πᾶσαν καὶ ταῖς ἐν τοῖς λοιποῖς ἔθνεσι τοῖς ἐπέκεινα κατ᾿ ἐμὲ οὖσιν ἕως τοῦ Ὠκεανοῦ ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις διὰ τῶν σὺν αὐτῷ πρεσβυτέρων ῾Ρώμης Βίτωνος καὶ Βικεντίου. Ἀλέξανδρος Ἀλεξανδρείας σὺν Ἀθανασίῳ τότε ἀρχιδιακόνῃ ὄντι ταῖς κατ᾿ Αἴγυπτον πᾶσαν καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τὰ ὅμορα τούτοις ἔως τῶν τῆς Ἰνδίας ἐπαρχιῶν. Μακάριος Ἱεροσολύμων σὺν Εὐσεβίῳ τῷ Παμφίλου ἐπισκόπῳ Καισαρείας ταῖς κατὰ Παλαιστίνην καὶ Ἀραβίαν καὶ Φοινίκην. Εὐστάθιος Ἀντιοχείας τῆς μεγάλης ταῖς κατὰ Συρίαν κοίλην καὶ Μεσοποταμίαν πᾶσαν καὶ Κιλικίαν ἑκατέραν. Ἰωάννης Πέρσης ταῖς έν Περσίδι πάσῃ καὶ τῇ μεγάλῃ ἰνδίᾳ. Λεόντιος Καισαρείας Καππαδοκίας, τὸ τῆς ἐκκλησίας τοῦ κυρίου καλλώπισμα, ταῖς κατ’ αὐτὴν Καππαδοκίαν Γαλατίαν Πόντον Διοσπόντου Παφλαγονίαν Πόντον Πτολεμαϊκὸν Ἀρμενίαν μικρὰν καὶ μεγάλην. Θεωνᾶς Κυζίκου ταῖς κατὰ τὴν Ἀσίαν καὶ Ἑλλήσποντον Λυδίαν τε καὶ Καρίαν διὰ τῶν ὑπ’ αὐτὸν ἐπισκόπων Εὐτυχίου Σμύρνης καὶ Μαρίνου Τρωάδος. Ἀλέξανδρος Θεσσαλονίκης διὰ τῶν ὑπ᾿ αὐτὸν τελούντων ταῖς κατὰ Μακεδονίαν πρώτην καὶ δευτέραν σὺν ὅλῃ Ἐλλάδι τήν τε Εὐρώπην πᾶσαν Σκυθίαν ἑκατέραν καὶ ταῖς κατὰ τὸ Ἰλλυρικὸν ἁπάσαις Θεσσαλίαν τε καὶ Ἀχαΐαν. Νουνέχιος Λαοδικείας ταῖς κατὰ τὴν Φρυγίαν πρώτην καὶ δευτεραν. Πρωτογένης ὁ θαυμάσιος πόλεως Σαρδικῆς ταῖς ἐν Δακίᾳ Καλαβρίᾳ βρίᾳ Δαρδανίᾳ καὶ ταῖς ὁμόροις τούτοις. Κεκιλιανὸς πόλεως Καρθαγένης ταῖς κατὰ πάσας τὰς ἐπαρχίας τάς τε Ἀφρικὰς καὶ τὰς Νουμηδίας καὶ Μαυριτανίας ἀμφοτέρας οὔσαις ἀγίαις τοῦ θεοῦ ἐκκλησίαις. Πιστὸς Μαρκιανουπόλεως ταῖς κατὰ τὴν Μυσίαν καὶ τὰ τῶν Ἀθηνῶν καὶ Γάλλων ἔθνη καὶ ταῖς πλησιοχώροις τούτων πόλεσιν. Ἀλέξανδρος Κωνσταντινουπόλεως τότε πρεσβύτερος ἔτι ὢν εἰς ὕστερον δὲ καὶ τῆς ἐπισκοπικῆς ἰερατείας τῆς αὐτόθι ἐκκλησίας λαχὼν σὺν Παύλῳ ἔτι τότε ἀναγνώστῃ ὄντι καὶ νοταρίῳ αὐτοῦ ταῖς ἐν ταῖς νήσοις πάσαις Κυκλάσιν.