# Historia Ecclesiastica 4.4-6

Gelasius, Historia Ecclesiastica, 4.4 to 4.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/4.4

τοὺς μὲν γὰρ ὑποτάξας, τοὺς δὲ μισθοδοτήσας, τοὺς δὲ φίλους ἀντὶ πολεμίων καὶ συνήθεις ἀντὶ παλαιῶν ἐχθρῶν καταστήσας, ἐπανήγαγε πάντας συμμάχους, οὐδένα λυπήσας οὐδὲ πολιορκήσας καὶ ἐπὶ τὴν ἑτέρων σωτηρίαν ἐπειχθείας. ὅπου γὰρ ὁ θεὸς συμμαχεῖ, πάντα κατευθύνεται καὶ τὸν ἀνθρώπινον λόγον ὑπεραίρει. Μετὰ τοιαύτης φιλοθέου γνώμης ὁ πάντα πιστότατος Κωνσταντῖνος τὸν ῾Ρῆνον ἐπὶ δεξιὰ διαβὰς καὶ πολλὰ μὲν ὄρη πολλοὺς δὲ ποταμοὺς ἀνωνύμους ὀλίγῳ στρατῷ περαιωθείς, πολλά τε βάρβαρα ἔθνη χειρωσάμενος Γάλλων τε καὶ Φράγγων καὶ Σπάνων δέκα ἔθνη προσ<αγ>αγόμενος, προσῆγε λοιπὸν τοῖς Ἰταλίας ὄρεσι τὸ στράτευμα. ταῦτα ἀκούσαντι τῷ Μαξεντίῳ ταραχή τις ἦν ἀδόκητος· οὐ γὰρ ἄν ποτε τοσαύτην χώραν διαβῆναι προσεδόκα ὄρεσι καὶ ποταμοῖς καὶ ποικίλοις βαρβάροις πεφραγμένην καὶ τοῖς αὐτοφυέσι τῆς ἐρημίας δυσχερείαις· μέγιστον γὰρ γίνεται πολλάκις ἐπιτείχισμα βασιλείας ἡ τῶν τόπων ἐρημία.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
