Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 4
Gelasius, Historia Ecclesiastica 4.8-2
Not analysed yet
Καὶ μεθ᾿ ἕτερα· περὶ μὲν τῆς θείας προνοίας μία τις ἐν ὑμῖν >ἔστω πίστις, μία σύνεσις, μία συνθήκη τοῦ κρείττονος, ἃ δὲ ὑπὸ >ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κἂν >πρὸς μίαν γνώμην συμφέρητε, μένειν εἴσω λογισμοῦ προσήκει >τῆς διανοίας ἀπορρήτῳ τηρούμενα. τὸ μέντοι τῆς κοινῆς >ἐξαίρετον καὶ ἡ τῆς ἀληθείας πίστις ἥ τε περὶ τὸν θεὸν καὶ τοῦ >νόμου θρησκεία καὶ τιμὴ μενέτω παρ’ ὑμῖν ἀσάλευτος.