Ancient Greek · ~3 min
5.1 to 5.3
Gelasius, Historia Ecclesiastica 5.1-3
Not analysed yet
Οὔπω δὲ κεκριμένης τῆς μάχης καὶ τῆς παρατάξεως ἰσορρόπου οὔσης οὐρανόθεν ὁ θεὸς Κωνσταντῖνον ὁπλίζει, δείξας αὐτῷ τὸ σωτήριον τοῦ σταυροῦ σύμβολον φωτοειδῶς ἐν οὐρανῷ· γράμματα δὲ ἐμήνυε τῆς ὄψεως τὴν δύναμιν λέγοντα· τούτῳ νίκα. Τοῦτο τὸ διήγημα τοῖς μὲν ἀπίστοις μῦθος εἶναι δοκεῖ καὶ πλάσμα τοῖς [δὲ] ἡμετέροις δόγμασι κεχαρισμένον, τοῖς δὲ τἀληθῆ πιστεύειν συνειθισμένοις ἐναργὴς τοῦ πράγματος ἡ ἀπόδειξις. ὁ γὰρ τούτου τοῦ συμβόλου ζωγράφος θεὸς ἔδειξεν ἔργῳ μετὰ ταῦτα τὴν ἀληθεύσασαν τοῦ γράμματος χάριν. Εἰ δὲ μήπω πείθομεν ἂ γράφομεν· πρότερον γὰρ ἱστορίας γράφομεν διὰ τὸ μικρὸν ἄνωθεν ἡμᾶς τὰ χρήσιμα συλλέγειν τῶν ἐκείνῳ βεβιωμένων· ἀλλ’ οὐκ ἐν τοῖς ἐφεξῆς ἀπιστεῖν δεῖ, ἂ καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς οἱ Κωνσταντίῳ τῷ Κωνσταντίνου παιδὶ συμπαραταξάμενοι καὶ αὐτοπτήσαντες τὴν παλαιὰν ἀπιστίαν νεαραῖς ὄψεσιν ἐθεράπευσαν.