Ancient Greek · ~3 min
ΛΟΓΟΣ Bݲ, Chapter 5
Gelasius, Historia Ecclesiastica 5.3
Not analysed yet
εἰς τε οἶκος εὐκτήριος, ὥσπερ ἐκ θεοῦ πλατυνόμενος, ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους τε ἄμα καὶ Κίλικας Φοίνικάς τε καὶ Ἄραβας καὶ Παλαιστινοὺς καὶ ἐπὶ τούτοις Αἰγυπτίους Θηβαίους Λίβυας τούς τε ἐκ Μέσης τῶν ποταμῶν ὁρμωμένους. ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας· Πόντος τε καὶ Ἀσία Φρυγία τε καὶ Παμφυλία τοὺς παρ᾿ αὐτοῖς παρεῖχον ἐκκρίτους. ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες Ἀχαῖοί τε καὶ Ἠπειρῶται οἱ<δ᾿> ἔτι προσωτάτω ἀπήντων, αὐτός τε Σπάνων ὁ πάνυ βοώμενος Ὅσιος, ἐπέχων καὶ τὸν τόπον τοῦ τῆς μεγίστης Ῥώμης ἐπισκόπου Σιλβέστρου σὺν πρεσβυτέροις Ῥώμης Βίτωνι καὶ Βικεντίῳ τοῖς πολλοῖς ἅμα συνεδρεύων.