Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 5
Gelasius, Historia Ecclesiastica 5.5
Not analysed yet
θεοῦ γὰρ βουλομένου οὐδὲν ἀνήνυτον. εἴτε Ἕλληνες εἶεν οἱ τὸ θαῦμα μὴ παραδεχόμενοι, πολλὰ ἔχομεν εἰπεῖν, ἃ μὴ βουλόμεθα λέγειν. πόσα Ἀλεξάνδρῳ μέλλοντι περαιοῦσθαι τὸν ἐπὶ Γρανικῷ πόλεμον καὶ τὴν ἐπὶ Δαρείου παράταξιν ἐπεθείασαν οἱ χρησμολόγοι; καίτοι τὰ ἐκείνων πλάσματα τὴν φαινομένην ἀπόδειξιν οὐκ ἔχει. πῶς τε Σωκράτει τῷ φιλοσόφῳ δαιμόνιον διὰ φωνῆς προεμήνυε τῶν μὴ πρακτέων τὴν ἔκβασιν καὶ τὰ περὶ Πυθαγόρου τοῦ Σαμίου ὑπὸ τῶν ἐκείνου μαθητῶν συνταχθέντα;