Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 5
Gelasius, Historia Ecclesiastica 5.7
Not analysed yet
τὴν γὰρ πολυδύναμον τοῦ Χριστοῦ χάριν, ἀφ᾿ οὑπερ εἰς ἀνθρώπους ἤνθησε, καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ έν θαλάσσῃ καὶ ἐν φυτοῖς καὶ ἐν ξύλοις καὶ ἐν ἱματίοις καὶ ἐν νόσω καὶ ἐν ὑγείᾳ καὶ ἐν βρωτοῖς καὶ ἐν ποτοῖς ἀλεξιφάρμακόν τε γενομένην καὶ γινομένην καὶ ἐσομένην θεραπείαν καὶ οἱ πειραθέντες μὲν ἴσασί, καὶ ἡμεῖς δὲ κατὰ τὸν ἴδιον καιρὸν προϊούσης τῆς ἰστορίας ἐκθησόμεθα. Περὶ τοῦ σίγνου οὗ ἐποίησεν ὁ βασιλεὺς Κωνσταντῖνος ἀντίτυπον τοῦ ὀφθέντος αὐτῷ σταυροῦ ἐν οὐρανῷ.