Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.1
Not analysed yet
Ὁ μὲν οὖν Κωνσταντῖνος τὸν πολὺν τοῦ πολέμου κάματον τῇ πίστει ὑποτεμνόμενος καὶ τὸν ἀπὸ τῆς Ῥώμης στρατὸν οὐχ ὑφορώμενος γενναίως ἀντιπαρετάττετο. Μαξέντιος δὲ τὴν Κωνσταντίνου ἀλκὴν δείσας ἔτι τε καὶ τὸ μῖσος Ῥωμαίων ὑφορώμενος πρὸς γὰρ τοὺς πλείστους διὰ τὴν ἀσωτίαν αὐτοῦ διεβέβλητο) ἐσκέψατο δόλῳ τὴν ἐπιβουλὴν μετελθεῖν. ὁ δὲ δόλος γέφυρα ἦν εἰς μηχανῆς εἶδος †ὑπὸ τῶν τοιούτων συμπαγεῖσα.