Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.10-2
Not analysed yet
πάντοθεν δὲ παντοδαπῆς ὕλης τεχνίτας ἀγείρασα ἅμα Μάκαρίῳ τῷ τῆς ἐκεῖσε ἐκκλησίας προέδρῳ κατὰ τὰ ὑπὸ τοῦ βασιλέως τοῦ ταύτης υὑοῦ Κωνσταντίνου προσταχθέντα τοὺς μεγίστους ἐκεί- νους καὶ λαμπροτάτους ναοὺς θαυμασίως ᾠκοδόμησεν, ὡν τὸ κάλλος καὶ τὸ μέγεθος περιττὸν ἄγαν ὑπείληφα ἐντάξαι τῷδε τῷ γράμματι, πάντων ὡς ἔπος εἰπεῖν τῶν φιλοχρίστων τῶν ἐκ πάσης τῆς ὑπὸ τὸν οὐρανὸν ἐκεῖσε συρρεόντων καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν.