Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.13
Not analysed yet
>Καὶ εἴθε μοι τῷ ὑμετέρῳ συνδιακόνῳ δαψιλὴς εὐπορία τοῦ λέγειν >ἀρκέσειεν, ἵνα ἐκεῖνα ἄξια ὄντα τοῦ κηρύττεσθαι ἐγκωμιάσω, ἅπερ >θεῖος σωτὴρ ὁ ἡμέτερος πάντων τε πραγμάτων φύλαξ τοῖς >μίοις τῆς αὐτοῦ παρουσίας, ὁπότε τῆς ἡμετέρας λυσιτελείας ἕνεκα >ἁγνοῦ σώματος οἰκητήριον κατηξίωσεν ἐκ παρθένου λαβεῖν, >ἀνθρώποις δίδαγμα τοῦ παρ᾿ αὐτοῦ οἴκτου δηλῶν, γαληνῷ νεύματι >τῆς αὐτοῦ θεότητος ἔδειξε. τίνος ἄρξομαι ἄρα;