# Historia Ecclesiastica 7.14-20

Gelasius, Historia Ecclesiastica, 7.14 to 7.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/7.14

ἀπὸ τῆς αὐτοῦ >διδαχῆς καὶ σεμνότητος; ἀλλὰ ἀπὸ θείων διδασκαλιῶν, ὡν αὐτὸς >ἑαυτοῦ μηδενὸς διδάσκοντος μόνος διδάσκαλος πέφηνεν; ἀλλ᾿ >ἀνέπνευσαν διὰ τῆς αὐτοῦ προνοίας τοσοῦτοι δῆμοι, ὅσους >ἀριθμῷ περιλαβεῖν οἷόν τε, μικρᾷ τινι τροφῇ καὶ ἐλαχίστοις σιτίοις >καὶ μόνοις δύο ἰχθύσι τῇ τούτου θείᾳ προνοίᾳ, καὶ λαζάρου μετὰ >τὴν τελευτὴν βραχείᾳ τινὶ ῥάβδῳ ἀνάστασιν πεποίηκε καὶ εἰς τὴν >τοῦ φωτὸς λαμπρότητα αὖθις ἀνήγαγε; πῶς δ᾿ ἂν εἴποιμι τὴν >ἁγνὴν αὐτοῦ θεότητα, δι᾿ ἧς γυναῖκά τινα ἀπορρητοτέρως >θεασάμενος καὶ τῆς ἑαυτοῦ ὁμιλίας μόνης καταξιώσας, ὑγιᾶ τε αὐθις >καὶ παντὸς νοσήματος ἐλευθέραν ἔδειξε; τίς δ᾿ ἂν κατ᾿ ἀξίαν εἴποι >αὐτοῦ τὸ ἀθάνατον ἔργον, δι᾿ οὗ τις συνεχεῖ κοὶ μακρᾷ νόσου τηκε- >δόνι ἀναλωθεὶς καὶ τῶν μελῶν αὐτοῦ χυθέντων καὶ >ὅλων κείμενος ἄφνω θείῳ ἰάματι ῥωσθεὶς αὐτὸ τὸ σκιμπόδιον, >ᾧ ἔκειτο, τοῖς ὤμοις ἐπέθηκε καὶ εὐχαριστίας ἐπαίνοις διαχέων >τε τῆς πατρίδος καὶ τῆς ἐνορίας διέδραμεν; ἀλλὰ τὸ θεῖον αὐτοῦ >καὶ σταθηρὸν βάδισμα, ὡς ἐπιβαίνων τὴν ἀγρίαν θάλατταν κατα- >πατήσας ἐπέζευσε καὶ τοῖς θείοις ἴχνεσι τῆς βαθυτάτης >τὴν ὑγρότητα ἔπηξε καὶ διὰ μέσου πελάγους οὐδενὶ μέτρῳ βαθύτητος >περιοριζομένου ὥσπερ διὰ γῆς τὴν πορείαν ἐποιήσατο; ἀλλὰ τὴν >ἠπίαν αὐτοῦ ἀνεξικακίαν, δι᾿ ἧς νικητὴς ὢν ἐν πᾶσι τῶν >δήμων τὴν αὐθάδειαν ἐδάμασε καὶ δαμασθεῖσαν πόρρω ἀπ᾿ >διαχωρίζων τὴν ἀγριότητα τῷ νόμῳ ὑπέταξεν; ἀλλ᾿ ἐκεῖνα τὰ >ὑπέρλαμπρα καὶ μέγιστα τῆς αὐτοῦ θεότητος, οἷς ζῶμεν, οἷς οἵτινες τῆς μελλούσης εὐδαιμονίας τὴν ἐλπίδα οὐ μόνον >προσδοκῶμεν ἀλλ’ ὥσπερ τινὶ τρόπῳ ἤδη κατέχομεν;

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
