Ancient Greek · ~4 min
7.22 to 7.25
Gelasius, Historia Ecclesiastica 7.22-25
Not analysed yet
>Ἐπειδὴ οὖν περὶ τῆς οὕτω ἁγιωτάτης καὶ σωτηρίου τῆς πάντα >δυναμένης θεοῦ τάξεως ἄμετρος τῶν ἐχθρῶν μανία ὥσπερ ἀχλύϊ >τινὶ συγκεχυμένη ἐπολεθρίου σκαιότητος ἑρμηνείαν ποιεῖσθαι >ἀμφιβάλλει, διὰ βραχέων, εἰς ὅσον ἡ πίστις καὶ ἡ >ψυχῆς τῆς ἐμῆς τοῦ λέγειν εὐπορίαν δαψιλεύεται, διηγήσασθαι πει- >ράσομαι. καὶ γὰρ αἱ τούτων τῶν Μνῶν κακόνοιαι τοιοῦτον γένος >εἰσάγουσιν ἀναισχυντίας, ὥστε ἀσεβεῖ στόματι μὴ φοβηθῆναι εἰπεῖν >τὸν θεὸν τὸν πάντα δυνάμενον πάντα τὰ τῷ θείῳ νόμῳ >μήτε πεποιηκέναι μήτε ποιῆσαι βεβουλῆσθαι. ὢ τῆς τοιαύτης ἀσε- >βοῦς φωνῆς τῆς κατ᾿ ἀξίαν ἅπασαν ὑπερβολὴν τιμωρίας καθ᾿ ἑαυτῆς >ἀνπαιτούσης· ὄντως ἐμμανῶς καὶ τολμηρῶς τῆς θείας ταύτης εὐ- >εργεςίας τὴν δόξαν τὴν μηδενὶ τῶν ἀνθρώπων περιληφθῆναι δυνα >μένην ἀφανῆ καταστῆσαι ἐπιθυμεῖ. τί γὰρ μᾶλλον ἢ ἁγνότης ἄξιον >τοῦ θεοῦ; ἥτις ἐκ τῆς ἁγιωτάτης ὁμιλίας μετὰ τῆς πηγῆς τῆς >δικαιοςύνης προελήλυθε καὶ διὰ πάσης τῆς περιόδου τῆς οἰκουμένης >ἐπλήμμυρε καὶ τὰς δυνάμεις τῶν ἁγιωτάτων ἀρετῶν τοῖς ἀνθρώ- >ποις ἐπέδειξεν, ἅσπερ ἑαυτοῖς πρῶτον ἐχθρὰς νομίσαντες <ἔπαθον τὰ> >τῶν Ἀσσυρίων· οἷς προηγουμένου τοῦ φαύλου παραδείγματος καὶ τὰ >λοιπὰ ἔθνη συνθέσθαι αὐτοῖς ἀνεπείσθη.