Ancient Greek
ΛΟΓΟΣ Aݲ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.3
Not analysed yet
ἀλλ᾿ ὃ μὲν οὕτως ἐσκεύασε τῆς ἐπιβάσεως τὰ θήρατρα· θεία δὲ χάρις τοῖς οἰκείοις σοφίσμασι τὸν τῶν κακῶν τεχνίτην περιβάλλει. πρὶν γὰρ Κωνσταντῖνον ἁλῶναι, φθάσας αὐτὸς ὑποπίπτει ταῖς οἰκείαις τέχναις ὁ τύραννος, κἀκεῖ τυραννοκτόνος ἑαυτοῦ γεγονὼς καὶ χρηστὴν ἐπιβουλὴν καθ᾿ ἑαυτοῦ σκευάσας, πρὸ τῆς Ῥώμης περὶ τὴν καλουμένην Μουλβίαν γέφυραν ὁ προρρηθεὶς Μαξέντιος αὐτὸς καταδὺς εἰς τὸν ποταμόν, ἀποπνιγεὶς ὤλετο· ὥστε τὸν δῆμον ὅλον Ῥωμαίων βοῆσαι λέγοντα·