Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.38
Not analysed yet
ἐν ᾧ μέντοι προστάγματι ἅγιος καὶ ἀθάνατός ἐστι τοῦ τὰ πάντα δυναμένου θεοῦ ὁ ἀκάματος οἶκτος. πάσαις γὰρ ταῖς ἡμέραις καὶ >τοῖς χρόνοις τοῖς παρεληλυθόσιν ἀναριθμήτους τῶν δήμων >πληθείας ἀπὸ τοῦ βάρους τούτου δι᾿ ἐμοῦ τοῦ αὐτοῦ θεράποντος >θεὸς δεδουλωμένας ἐλευθεροῖ, καὶ εἰς ἐντελῆ αἰωνίου φωτὸς ἐξάξει >λαμπρότητα. ἀπὸ τούτων τοιγαροῦν ἐγώ ἀδελφοὶ ποθεινότατοι, >οἰκειοτέρᾳ τινὶ προνοίᾳ καὶ ἐνδόξοις εὐεργεσίαις τοῦ ἀθανάτου >ἡμετέρου θεοῦ τὸ λοιπὸν ἐπισημότερος εἶναι τῇ πρὸς αὐτὸν καθα- >ρωτάτῃ πίστει πέποιθα.