Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.42
Not analysed yet
Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὁ πάνσοφος βασιλεύς, οἱα δὴ παῖς φιλοπάτωρ, τοῖς ἱερεῦσιν ὡς πατράσι προσέφερε, τῶν ἀποστολικῶν δογμάτων τὴν συμφωνίαν πραγματευόμενος. τῆς δὲ συνόδου τῶν συνελθόντων ἐπὶ τὸ αὐτὸ ἐπισκόπων —τριακόσιοι δὲ ἦσαν δέκα καὶ ὀκτώ· ἀλλ᾿ οἱ μὲν τριακόσιοι καὶ πρός τοῖς λεγομένοις ἐπείθοντο καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν τήν τε τῶν δογμάτων ὑγίειαν ἠσπάζοντο·