Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 9
Gelasius, Historia Ecclesiastica 9.1
Not analysed yet
Ὁ μέντοι κατὰ τὴν ἀνατολὴν τύραννος τὰς τοῦ θεοῦ ἐκκλησίας ἐπόρθει. ἐκπεριῆλθε δὲ αὐτὸν τοιαύτη τις αἰτία· τὸ μέγεθος τῆς οὐ κατ’ ἀξίαν αὐτῷ ἐπιτραπείσης ἡγεμονίας μήτε οἶός τε φέρειν ὤν, ἀλλὰ δι’ ἀπειρίαν σώφρονος καὶ βασιλικοῦ λογισμοῦ ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πᾶσι δὲ ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθείς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν καὶ τοῦ πάντα αὐτοῦ μάλιστα Κωνσταντίνου διαφέροντος, γένει τε καὶ τροφῇ καὶ παιδείᾳ ἀξιώματί τε καὶ συνέσει καὶ τό γε πάντων κορυφαιότατον σωφροσύνῃ καὶ τῇ περὶ τὸν ἀληθῆ θεὸν εὐσεβείᾳ διαλάμποντος, τολμᾶν ὥρμητο Μαξιμῖνος θρασύνεσθαι καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ὑπαγορεύειν.