Ancient Greek · ~2 min
9.1 to 9.2
Gelasius, Historia Ecclesiastica 9.1-2-2
Not analysed yet
Ὁ μὲν οὐν θεοφιλέστατος βασιλεὺς εὐσεβείᾳ τε καὶ πίστει τοιαύτῃ πρὸς τὸν θεὸν συνεσφιγμένος, πάμπολλα καὶ ἄλλα βάρβαρα ἔθνη εἰς εἰρήνην τὴν πρὸς αὐτὸν ἐλθεῖν παρεσκεύασε, τοῦ θεοῦ αὐτῶ̣ ταῦτα καθυποτάξαντος πολλὰ πάλαι Ῥωμαίοις διαστασιάσαντα. ὅσον γὰρ ἑαυτὸν δι᾿ εὐλαβείας τῷ θεῶ ἐταπεινοῦτο, τοσοῦτον, μᾶλλον δὲ πολλῷ πλεῖον αὐτῷ ὁ θεὸς πάντα κατηύθυνε. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον πολλαὶ προσθῆκαι τοῖς ἀποστολικοῖς ἐγίνοντο κηρύγμασιν. εἰ γὰρ καὶ Ματθαῖος Πάρθοις ἐκήρυξε κοὶ Βαρθολομαῖος Αἰθίοψι καὶ Θωμᾶς τοῖς τῆς μεγάλης Ἰνδίας Ἰνδοῖς, ἀλλὰ τοῖς πόρρω Ἰνδοῖς Πάρθων καί τισιν ἔθνεσι πλησιοχώροις αὐτῶν οὔπω ἠν ὁ περὶ Χριστοῦ λόγος γνώριμος.