# Historia Ecclesiastica 9.13-14

Gelasius, Historia Ecclesiastica, 9.13 to 9.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/9.13

οἱ δὲ παραδεδωκότες ἅπαντα τῷ παιδὶ καὶ τῇ τούτου μητρὶ τὰ ἐγχειρισθέντα αὐτοῖς τῆς βασιλείας πράγματα, ἐξῄεσαν τῆς Ἰνδίας σὺν τιμῇ πολλῇ τὴν ἐπὶ τὰ οἰκεῖα πορείαν ποιούμενοι. τότε οὖν ὁ μὲν Αἰδέσιος τὴν Τύρον κατείλη- φεν, ὁ δὲ Φρουμέντιος εἰς Ἀλεξάνδρειαν παραγίνεται, λογισάμενος ὡς ἀκόλουθον εἴη τὸ γενόμενον παρὰ τοῖς βαρβάροις ἔργον θεῖον μὴ περιϊδεῖν· καὶ προσελθὼν τῷ ἐπισκόπῳ τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανασίῳ — αὐτὸς γὰρ ἠν τότε τῆς ἐκεῖσε ἀρχιερωσύνης κατέχων τοὺς οἴακας — ἕκαστα αὐτῷ ὁ Φρουμέντιος τῶν γεγενημένων ὑφηγησάμενος ὑπομιμνήσκει ἐπισκόπους αὐτοῖς ἀποσταλῆναι.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
