Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 9
Gelasius, Historia Ecclesiastica 9.3
Not analysed yet
ἀπόλλυσι μὲν πρῶτον τὸ ἐφ’ ᾧ ἐπεποίθει ὁπλιτικὸν πλῆθος ὁ ἀλιτήριος, τῶν τε ἀμφ’ αὐτὸν δορυφόρων γυμνωθεὶς καὶ πάντων ἔρημον αὐτὸν καταλελοιπότων τῷ τε κρατοῦντι προσπεφευγότων, ὑπεκδὺς ὁ δείλαιος ὡς τάχιστα τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς καὶ δυσγενῶς καὶ ἀνάνδρως ἀποδύς, ὑποδύνει τὸ πλῆθος, καὶ ἔπειτα διαδιδράσκει κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας μόλις τῶν πολεμιστῶν τὰς χεῖρας διέξεισι, τὰ τῆς σωτηρίας αὐτῷ προμνώμενος.