# Historia Ecclesiastica 9

Gelasius, Historia Ecclesiastica, ΛΟΓΟΣ Bݲ, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gelasius/historia-ecclesiastica/9

Ἦν δὲ ἐν αὐτοῖς καὶ ὁ μέγας καὶ ἅγιος Παφνούτιος τὸν τῶν ὁμολογητῶν καὶ ἐπισκόπων κατακοσμῶν χορόν, ἀνὴρ Αἰγύπτιος, θεοῦ δὲ ἄνθρωπος ἐκ τῆς ὁμηγύρεως ἐκείνης, οὗ Μαξιμιανὸς ὁ βασιλεὺς τὸν δεξιὸν ἐξώρυξεν ὀφθαλμὸν καὶ τὰς λαιὰς ἐνευροκόπησεν ἀγκύλας παραδοὺς τοῖς μετάλλοις δυνέχεσθαι, ἐν ᾧ τοσαύτη ἦν ἡ τοῦ θεοῦ χάρις, ὥστε σημεῖα αὐτὸν ποιεῖν μηδὲν ἐλάττω τῶν πάλαι ὑπὸ τῶν ἀποστόλων γεγενημένων. λόχῳ γὰρ μόνῳ τοὺς δαίμονας ἐφυγάδευε καὶ εὐχῇ διαφόρους ἀσθενοῦντας ἐθεράπευε τυφλοῖς τε τὸ βλέπειν τὸν θεὸν ἐξαιτούμενος παρείχετο καὶ παρεθέντας πρὸς τὴν κατὰ φύσιν ἦγεν ἀκμὴν τὰ μέλη ἐνεργεῖν ποιῶν ὑγιῶς. ὃν ὁ βασιλεὺς σφόδρα διὰ τιμῆς ἦγε συνεχῶς τε ἐπὶ τὰ βασίλεια μετεπέμπετο καὶ τὸν ἐξορωρυγμένον ὀφθαλμὸν κατεφίλει· τοσαύτη προσῆν τῷ εὐσεβεῖ βασιλεῖ πρὸς τοὺς ἁγίους πίστις. Περὶ τοῦ ἁγίου Σπυρίδωνος.

---

Gelasius, Historia Ecclesiastica, ed. Gerhard Loeschke, Margret Heinemann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2768.tlg001.local001/.
