Ancient Greek
Page 420
Gennadius I Scr. Eccl., Fragmentum in epistulam ii ad Thessalonicenses (in catenis) 420
Not analysed yet
2 Thess 2,7—8 Ὅταν μέντοι τὸ πέρας ἐπιστῇ τῆς τοῦ θεοῦ προθεσμίας, καὶ ὁ νῦν κατέχων αὐτὸν ὅρος ἐκστῇ πληρωθείς, ἑτοίμως τότε καὶ δίχα πάσης ἀναβολῆς ὁ ἄνομος ἀποκαλυφθήσεται.