# Compendium Historiarum 1.100

Georgius Cedrenus, Compendium Historiarum, 1.100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.100
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.100

γὰρ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως ἡ χεὶρ αὐτοῦ κοπιάσασα προσεκολλήθη τῇ μαχαίρᾳ, καὶ ὁ λαὸς ἐπέστρεψεν ὀπίσω αὐτοῦ εἰς τὸ σκυλεύειν. Μαναίας· οὗτος πολλὰ μὲν ἐποίησεν ἔργα, ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωὰβ, καὶ καταβὰς ἐν ἡμέραις χιόνος εἰς λάκκον ἐφόνευσε λέοντα. Ἀνεῖλε δὲ καὶ ἄνδρα Αἰγύπτιον ἑπτάπηχυν, ἔχοντα ξύλον διαβάθρας ὡς δόρυ· ἀρπάσας γὰρ ἀπ´ αὐτοῦ τὸ ξύλον ἐν αὐτῷ ἀπέκτεινεν αὐτόν. Ἀβεσᾶ ὁ ἀδελφὸς Ἰωάβ· οὗτος ἐπάταξεν ἄνδρας ἑξακοσίους καὶ τὸν Ἰεσβὰν θέλοντα φονεῦσαι τὸν Δαβὶδ δὲ ὁ Ἰεσβὰν ἔκγονος τοῦ Ῥαφάν), δόρυ ἔχοντα σταθμοῦ σίκλων τριακοσίων. Ἡνίκα δὲ ἔτρεχεν ὁ Ἀβεσᾶς ἦν ὡς δορκὰς ἐν τοῖς ὄρεσι. Τρεῖς δὲ ἀπὸ τῶν λοιπῶν δυνατοί, περικυκλωσάντων ποτὲ τῶν ἀλλοφύλων τὴν Βηθλεὲμ καὶ τοῦ Δαβὶδ ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος, διέῤῥηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων [ β] καὶ ἤνεγκαν τῷ Δαβὶδ ὕδωρ ἀπὸ τοῦ φρέατος, Ὁ δὲ θαυμάσας τὴν ἀνδρίαν αὐτῶν οὐκ ἔπιε τὸ ὕδωρ ἀλλ´ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ, λέγων· «εἰς μοι, Κύριε, εἰ αἷμα ἀνθρώπων πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίωμαι.» Ὁμοίως δὲ καὶ οἱ λοιποὶ αὐτῶν ὑπῆρχον ἄνδρες ἀκαταγώνιστοι καὶ φοβερώτατοι τοῖς ἐναντίοις, θυρεοὺς ἔχοντες καὶ δόρατα μέγιστα, καὶ κοῦφοι τοῖς ποσὶν ὡς δορκάδες ἐπὶ τῶν ὀρέων, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα λεόντων. Τῶν δέ γε πολεμιστῶν τοῦ κοινοῦ λαοῦ οὓς εἶχεν ὁ Δαβὶδ, ἦν ἀριθμὸς μυριάδες σλδʹ´, καθὼς ἠριθμήθησαν ὑπὸ Ἰωὰβτοῦ ἀρχιστρατήγου. Φησὶ γάρ· «Καὶ προσέθετο ὁργῇ Κύριος ἐκκαῆναι ἐν Ἰσραὴλ, καὶ ἐπέσεισεν τὸν Δαβὶδ ἐν αὐτοῖς λέγων· Πορεύθητι καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ τὸν ἄρχοντα τῆς ἰσχύος τὸν μετ´ αὐτοῦ· Ἐπίσκεψαι τὸν λαὸν, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτοῦ. Καὶ εἶπεν Ἰωάβ· Προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαόν σου· καὶ ἵνα τί ὁ Κύριος μου βούλεται ἐν τῷ λόγῳ τούτῳ; Καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως, καὶ ἀπῆλθεν Ἰωὰβ καὶ ἐπεσκέψατο τὸν λαόν. Καὶ ἠν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν, καὶ Ἰούδας χιλιάδες τετρακόσιαι ὀγδοήκοντα ἀνδρῶν ἐσπασμένων μάχαιραν. Τὸν δὲ Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἡρίθμησεν, ἅτι προσώχθισεν ὁ λόγος τοῦ βασιλέως τὸν Ἰωὰβ, καὶ πονηρὸν ἐφάνη ἐναντίον τοῦ Θεοῦ. Καὶ ἐπάταξε καρδία Δαβὶδ αὐτὸν ἐν τῷ ἀριθμῆσαι τὸν λαόν· καὶ ἀπέστειλε Κύριος Γὰδ τὸν προφήτην πρὸς Δαβὶδ, καὶ εἶπε· Τάδε λέγει Κύριος· Ἔκλεξαι σεαυτῷ γενέσθαι σοι ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ σου, ἢ μῆνας τρεῖς φεύγειν σε ἐκ τῶν ἐχθρῶν σου ἔμπροσθεν, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. Καὶ εἴπε Δαβὶδ πρὸς Γάδ· Στενά μοι σφόδρα πάντοθέν ἐστι· πλὴν ἐμπεσοῦμαι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
