# Compendium Historiarum 1.121

Georgius Cedrenus, Compendium Historiarum, 1.121. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.121
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.121

καὶ θεῖον λίθον τοῦτον εἶρες; ἰδοὺ γὰρ ἔτη τρία σήμερον Ἱερουσαλήμ δονεῖται καὶ ἀκαταστατεῖ διὰ τὸν περιβόητον λίθον τοῦτον. Καὶ ἀπελθὼν δὸς αὐτὸν τῷ ἀρχιερεῖ, καὶ σφόδρα πλουτήσεις.» Τοῦ δὲ ἀπερχομένου ἄγγελος Κυρίου εἶπε πρὸς τὸν ἀρχιερέα· «Νῦν ἐλεύσεται ἄνθρωπος πρὸς σὲ τὸν ἀπολεσθέντα πολυθρύλητον λίθον ἐκ τῆς διπλολδος Ἀαρὼν τοῦ ἀρχιερέως ἔχων. Λαβών αὐτὸν δὸς τῷ ἐνέγκαντι αὐτὸν χρυσίον πολὺ καὶ ἀργύριον. Ἄμα δὲ καὶ ῥαπίσας μετρίως εἰπὲ, Μὴ δίσοζε ἔν τῇ καρδίᾳ σου, μηδὲ ἀπίστει τῷ διὰ τῆς Γραφῆς λέγοντι· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Ἰδοὺ γὰρ, ἐν τῳ νῦν αἰῶνι ἐξεπλήρωσά σοι πολλαπλασίονα ὑπὲρ ὧν ἐδάνεισάς μοι· καὶ εἰ πιστεύεις, λήψῃ καὶ ἐν τῷ μέλλοντι πλοῦτον ἀνυπέρβλητον.» Καὶ ὁ μὲν ἀρχιερεὺς τὰ διατεταγμένα πάντα πεποίηκε πρὸς τὸν ἄνθρωπον καὶ λελάληκεν· ὁ δὲ ἀκούσας καὶ ἔντρομος γενόμενος, πάντα ἐάσας ἐν τῷ ναῷ ἐξῆλθεν, εὐχαριστῶν καὶ πιστεύων Κυρίῳ καὶ πάντα τὰ ἐν τῇ θείᾳ Γραφῇ διηγορευμένα. Μετὰ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπ· ἔθανε βασιλεύσας ἔτη νε’· ὅς παρανομώτατος ὑπὲρπάντας τοὺς ἔμπροσθεν βασιλεῖς ὑπάρχων ἐπὶ εἰδωλομανίᾳ τε καὶ αἱματεκχυσίᾳ, καὶ τὸν μέγαν Ἑσαΐαν πρίσας ξυλίνῳ πρίονι, καὶ τὴν Ἱερουσαλὴμ αἱμάτων ἀδίκων πληρώσας, οὐχ ἧττον εἰδωλολάτρησε τῶν Ἀμοῤῥαίων. Καὶ τὸν οἷκον Κυρίου καταμολύνας, καὶ τετραπρόσωπον εἴδωλον τοῦ Διὸς ἐν αὐτῷ στήσας, οὐ διέλιπεν οἰωνιζόμενος καὶ φαρμακεύων καὶ αἰσχρουργῶν. Διὸ καὶ κατὰ θείαν ὀργὴν δέσμιος εἰς Νινευΐ ἀπήχθη ὑπὸ Μαροδὲχ βασιλέως· καὶ χαλκοῖς δεσμοῖς ὑποβληθεὶς, διὰ´ εἰλικρινοῦς μετανοίας δεηθεὶς τοῦ Θεοῦ, τὸν βασιλέα ἠγάθυνε, καὶ εἰς Ἱερουσαλὴμ αὐτὸν ἐξέπεμψεν. Ὅς ἐπανελθὼν πᾶσαν μὲν κατέστρεψεν εἰδωλικὴν σκηνὴν, τὸ δὲ ἱερὸν τοῦ Θεοῦ ἥγνισε καὶ τὸν νόμον ἐφύλαξε καὶ εὐσεβῶς ἐβίωσεν εὐχαριστῶν τῷ Θεῷ ἄχρι τελευταίας ἀναπνοῆς αὐτοῦ. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼν υἱὸς αὐτοῦ ἔτη δύο. Κατὰ τούτους τοὺς χρόνους Μίδας ὁ Φρυγίας βασιλεὺς ἐτελεύτησεν, [Ρ. Ι] ὅντινα ἔλεγον ὧτα ἔχειν ὄνου. Ἰωσίας τὸν πατέρα Ἀμὼν διαδεξάμενος ὀκταετὴς ἀντιλαμβάνεται τῆς ἀρχῆς, βασιλεύσας ἔτη τριάκοντα ἕν. Καὶ ἐτελεύτησε τοξευθεὶς ἐν πολέμῳ. Ὁ γὰρ Νεχευὼ βασιλεύσας Αἰγύπτου κατὰ τῶν Ἀσσυρίων ἐστράτευσεν, ἐπικουρῆσαι δὲ τοῖς Ἀσσυρίοις οὗτος ἐσπούδαζεν,. Ὅθεν φησὶν Ἔσδρας· ιΚαὶ εἶπεν ὁ βασιλεὺς Αἰγύπτου πρὸς Ἰωσίαν· Τέ ἐμοὶ καὶ σοὶ, βασιλεῦ τῆς Ἰουδαίας; Οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι παρὰ Κυρίου Θεοῦ ποιῆσαι πόλεμον, ἀλλ´ ἐπὶ τοῦ Εὐφράτου. Καὶ νῦν Κύριος μετ´ ἐμοῦ ἐστίν. Ἀπόστηθι, καὶ μὴ ἐναντιούτω τῷ Κυρίῳ.» Καὶ οὐκ ἀπέστρεψεν ἀπ´ αὐτοῦ Ἰωσίας ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ παρὰ γνώμην Θεοῦ. Καὶ τοξευθεὶς ὑπὸ τῶν πολεμίων αῖπε τοῖς παισὶν αὐτοῦ· «Ἐξαγάγετέ με, ὅτι σφόδρα ὀδυνῶμαι.» Καὶ εὐθίως ἀποστρέψαντος πὐτοῦ εἰς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
