# Compendium Historiarum 1.149.1-13

Georgius Cedrenus, Compendium Historiarum, 1.149.1 to 1.149.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.149.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.149.1

ἐούλαττε θαλλὸν τῆς ἐλαίας ἡ Ἀλθαία, ἵντιναθαλλὸν τῆς ἐλαίας ἔγκυος οὐσα ἡ Ἀλθαία ἐπιθυμήσασα ἔφαγε, καὶ καταπιοῦσα τὸ φύλλον τῆς ἐλαίας εὐθέως συνέτεκε τὸ τῆς ἐλαίας φύλλον τῷ Μελεάγρῳ· περὶ οὗ χρησμὸς ἐδόθη τῷ πατρὶ αὐτοῦ Οἰνεῖ, τοσοῦτον χρόνον ζῆσαι τὸν Μελέαγρον ὅσον χρόνον φυλάττεται τὸ φύλλον τῆς ἐλαίας τὸ συγγενηθὲν αὐτῷ, ὅπερ φύλλον ἔκαυσεν ὁ Οἰνεὺς ἀγανακτήσας κατὰ τοῦ ἰδίου υἱοῦ, καὶ παραχρῆμα ἐτελεύτα. Καὶ ὁ Εὐριπίδης δὲ δρᾶμα περὶ Μελεάγρου ἐξέθετο. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Οἰνέως ἐβασίλευσε τῆς Αἰτωλίας χώρας ὁ ἕτερος υἱὸς αὐτοῦ ὁ Τυδεὺς, ὁ πατὴρ Διομήδους, ὃς μετὰ τελευτὴν τοῦ πατρὸς αὐτοῦ ἐβασίλευσε τῆς τῶν Ἀργείων χώρας, ἀγαγόμενος ἐκ τοῦ Ἄργους γυναῖκα ὀνόματι Αἰγιάλειαν. Καὶ ἀπονοηθεὶς κατέλυσε πολέμῳ τὴν ἰδίαν αὐτοῦ χώραν καὶ βασιλείαν, ποιήσας αὐτὴν ὑπὸ τὴν τῶν Ἀργείων βασιλείαν· καὶ εὐθέως ἐξώρμησε μετὰ τῶν Ἀχαῶν ἐπὶ τὸ λιον. Καὶ ἐπανελθὼν ἀπὸ τῆς Τροίας ἐπὶ τὸ ἴδιον βασίλειον οὐκ ἐδέχθη ὑπὸ τῶν αὐτοῦ. Μαθὼν δὲ ὅτι ἡ γυνὴ αὐτοῦ Αἰγιάλεια κατασκευάζει αὐτῶ δόλον ὡς πορνευθεῖσα ὑπὸ τοῦ Κόμητος τοῦ συγκλητικοῦ αὐτῆς, ὅστις καὶ ἀνθίστατο αὐτῷ κραταιῶς ἅμα τῷ υἱῷ Ναυπλίου τῷ Αἴακι τὰ ὅγιοια φωραθέντι, οἶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πολλῶ σθένει ἀντεμάχουν αὐτῷ, ἰδὼν δὲ τούτους καὶ πᾶσαν τὴν Ἀργείαν χώραν ἀνθισταμένην αὐτῷ, καὶ μηδὲ εἰς τὴν ἰδίαν χώραν τὴν Αἰτωλίαν δυνάμενος ἀνελθεῖν, ἀνεχώρησεν ἀποπλεύσας ἐπὶ τὴν Καλαβρίαν ώραν, καὶ κτίζει πόλιν ἐκεῖ παράλιον, ἣν ὡνόμασεν Ἀργυρίππην, τὴν νυνὶ Βενεβεντόν. Κ[ Ὅτι ὁ Μῆδος Δαρεῖος καὶ Ἀρταξέρξης καὶ Ἀστυάγης καὶ Ναβογίαδος ἐλέγετο. Φασὶ δὲ αὐτὸν ὄνου ἔχειν ὡτα· πάππος δὲ ἦν Κύρου. Οὗτος ἐζεύχθη τῇ Ἐσθὴρ διὰ κάλλος, καὶ τὸν Δανιὴλ ἐν μεγιστᾶσι κατέστησε. Συσκευῆς δὲ ὑπὸ τῶν μεγιστάνων κατὰ Δανιὴλ γενομένης ἐν τῷ λάκκῳ αὐτὸν τῶν λεόντων ἐνέβαλεν·

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
