# Compendium Historiarum 1.152

Georgius Cedrenus, Compendium Historiarum, 1.152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.152
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.152

Ὁγὰρ ΠΡ.] Σολομῶν ἐν ἐπτὰ ἔτεσι κατεσχεύασεν αὐτόν. Ἡσαν δὲ οἱ ὑποστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας Βαβυλῶνος χιλιάδες κδ καὶ τξʹ, δοῦλοι δὲ ἑπτακισχίλιοι λζʹ. Ἡ δὲ τοῦ Ζοροβάβελ ὑπόμνησις τοιαύτη ἦν· Τρεῖς σωματοφύλακες τοῦ βασιλέως εἰς ἐαυτοὺς διαλεχθέντες εἶπον· Λαλήσωμεν τῷ βασιλεῖ ζητήματα, ἕκαστος περὶ τοῦ τί ἐστιν ἰσχυρότερον ἐν τῷ κόσμῳ, ὃ νικᾷ πάντα· καὶ οἷος ἂν εὐρεθῇ νικήσας, τιμηθήσεται παρὰ τοῦ βασιλέως. Ὁ πρῶτος εἶπεν· Ἱσχυρότερος ὁ οἶνος, καὶ νικᾷ πάντα. Ὁ δεύτερος εἶπε· Νικᾷ ὁ βασιλεὺς, τὸ βούλεσθαι ἔχων τῇ δυνάμει σύνδρομον. Ὁ τρίτος ὁ καὶ Ζοροβάβελ εἶπε· Νικᾷ ἡ γυνὴ, καὶ ὑπὲρ πάντα ἡ ἀλήθεια. Ὃς ἐπῃνέθη, καὶ ἐδόθη αὐτῷ αἴτησις. Ὁ δὲ ὑπέμνησε τὸν βασιλέα τῆς εὐχῆς, καὶ ἀπέλυσε τὸν λαὸν πάντα, καὶ τὴν πόλιν καὶ τὸν ναὸν ᾠκοδόμησεν. Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν ἐπιστολῶν τοῖς κατ´ Αἴγυπτον Ἰουδαίοις γέγραπται περὶ Νεεμίου,. ὅτι ἀνοικοδομήσας τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον καὶ μέλλων θυσίαν ἀναφέρειν ἔπεμψε τοὺς ἐγγόνους τῶν ἱερέων ἐπὶ τὸ φρέαρ, ἐν ᾧ κατέκρυψαν οἱ πατέρες αὐτῶν ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας λαβόντες ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, ὡς Ἰερεμίας φησί, τοῦ ἀγαγεῖν πὺρ ἐξ αὐτοῦ. Οἱ δὲ ἀπελθόντες οὐχ εὖρον πυρ, ἀλλ´ ὕδωρ παχύ- Ἐκέλευσε δὲ Νεεμίας ἀγαγεῖν ἐκ τούτου, καὶ ἐπιῤῥᾶναι τοῖς ξύλοις τοῖς ὑποκειμένοις τῇ θυσίᾳ. Τοῦ δὲ ἡλίου ἀπὸ νέφους λάμψαντος ἀνήφθη πυρὰ μεγάλη κατὰ τῶν θυσιῶν καὶ ἐδαπάνησεν αὐτὰς, ὥστε θαυμάσαι πάντας καὶ δοξάσαι τὸν Θεὸν μετὰ εὐχῆς. Ὅτι ὁ Ξέρξης οὗτος Αἴγυπτον παραλαβὼν καὶ εἰς Ἀθήνας ἐλθών, ζεύξας τὸν Ἑλλήσποντον, ἐνέπρησεν αὐτάς. Ἐν δὲ Ῥώμῃ Πορτίλα τις παρθένος ἐπὶ διαφθορᾷ καταγνωσθεῖσα ζῶσα κατωρύγη. Καὶ νόμοι ἐν Ῥώμῃ ἀπὸ Ἐλλάδος διὰ δώδεκα βιβλίων ἐπέμφθησαν. Ἐν τούτοις τοῖς χρόνοις ἐῤῥάγη ἐν Σικελίᾳ τὸ Αἰτναῖον ὄρος καὶ ἐξῆλθε πῦρ. Καὶ σεισμῶν γενομένων ἡ πρὸς Λοκροῖς Ἀταλάντη σχισθεῖσα νῆσος ἐγένετο. Κατὰ τούτους τοὺς χρόνους καὶ οἱ Ἀθηναῖοι τοῖς κδ´ Ἐλληνικοῖς γράμμασιν ἐχρήσαντο, μόνα ἰϛʹ ὄντα πρότερον. Καὶ Σωκράτης ἐξ ἀνοίας τῶν Ἀθηναίων τὸ κώνειον πιὼν ἐτελεύτα. Ἑλίκη καὶ ἡ Βοῦρα, πόλεις Ἀχαΐας, μεγάλοις σεισμοῖς κατεπτώθησαν· ὧν ἔτι κατὰ θάλασσαν τὰ Υχνη φαίνονται τοῖς πλέουσιν ἀπὸ Πατρῶν ἐπὶ Κόρινθον δεξιᾷ. Ὃτι Σκηπίων Ἀφρικανὸς Ῥωμαῖος δικτάτωρ, πορθήσας Καρχηδόνα, Ἀφρικὴν τὴν χώραν μετωνόμασεν. Ὅτι Γαλάται καὶ Κελτοὶ Ῥώμης ἐκράτουν πλὴν 2οῆ Καπιτωλίου. Ἀριστοτέλης τῷ Πλάτωνι μαθητεύει ἀπὸ δεκαεπτὰ χρόνων τῆς ἡλικίας αὐτοῦ. ΙΡ. ἰΑθ] Ἐπ´ αὐτοῦ Διονύσιος ἐτυράννει τῶν Σικελῶν, καθ´ ὃν ὁ Πλάτων ἀποδημήσας ἱστορίας ἕνεκα τῶν λεγομένων Αἰτναίων κρατήρων τοῦ πυρὸς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
