# Compendium Historiarum 1.154

Georgius Cedrenus, Compendium Historiarum, 1.154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.154
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.154

ᾦ καὶ τὸ Παλλάδιον ἀπέθετο τὸ ἀπὸ Τροίας. Ῥῶμος ἐπαναστάς Ῥωμύλῳ πεφόνευται. Οὗ γενομένου οὐ ἔλιπον ἐν τῇ πόλει γίνεσθαι σεισμοὶ καὶ θόρυβοι καὶ ἐμφύλιοι πόλεμοι, ἄχρις οὐ ἐκ τοῦ μαντείου τῆς Πυθίας ἔμαθεν ὅτι Διὰ τὸν φόνον τοῦ ἀδελφοῦ σου ταῦτα γίνεται, καὶ οὐ παύσονται εἰ μὴ συγκαθεσθῇ σοι ἐν τῇ βασιλείᾳ. Ποιήσας οὖν στήλην χρυσῆν ἐκτυποῦσαν τὸ πρόσωπον τοῦ ἀδελφοῦ αὐτοῦ, παρεσκεύασε τίθεσθαι αὐτὴν ἔνθα ἂν αὐτὸς ἦν. Ἐκέλευσε δὲ καὶ τοὺς ἄρχοντας αὐτοῦ τοῦτο ποιεῖν· καὶ εἴ τι ἂν προσέταξεν, ὡς ἀπὸ τῶν δύο ἀπέφαινεν, οἷον, Ἐκελεύσαμεν, ἐθεσπίσαμεν, ἐπετρέψαμεν. Καὶ τούτῳ τῷ τρόπῳ οἱ σεισμοὶ καὶ αἱ ταραχαὶ τῆς πόλεως ἐπαύσαντο. Οὕτος κτίζει πρῶτον ἱππικὸν ἐν πόλει Ῥώμῃ, ὃ κερκέσιον Ῥωμαῖοι καλοῦσιν, εἰς τὴν ἑορτὴν τοῦ Ἡλίου, διελὼν τὴν Ῥώμην εἰς μέρη τέσσαρα, εἰς τιμὴν τῶν τεσσάρων στοιχείων, γῆς, θαλάσσης, ἀέρος καὶ πυρός. Τυποῖ δὲ τὰς μὲν δώδεκα θύρας τοὺς δώδεκα οἴκους τοῦ ζωδιακοῦ κύκλου· τὸ δὲ πολμα τὴν γῆν πᾶσαν εἶναι, τὸν εὔριπον τὴν θάλασσαν ὑπὸ τῆς γῆς μεσαζομένην, τὸν δὲ ἐπὶ τὰς θύρας καμπτὸν τὴν ἀνατολὴν, καὶ τὸν ἐπὶ τῇ σφενδόνῃ τὴν δύσιν, τὰ δὲ ἑπτὰ σπάτια τὸν δρόμον τῶν ἑπτὰ πλανήτων, τὸν δὲ ἀέρα οὐρανόν. Καὶ ἐπέθηκε τοῖς μέρεσι τὰ ὀνόματα ταῦτα, τῇ γῇ τὸ πράσινον, ὅ ἐστι χλοῶδες, τῇ θαλάσσῃ τὸ βένετον, καθό εἰσι τὰ ὕδατα κυανᾶ, τῷ πυρὶ τὸ ῥούσιον καὶ τῷ ἀέρι τὸ λευκόν. Τὸ δὲ πράσινον ἐκάλεσε ἀπὸ μεταφορᾶς τοῦ πρεσέντου διὰ τὸ εἶναι παράμονον· ἰοιον γὰρ τῆς γῆς τὸ χλοῶδες διὰ παντός, Τὸ δὲ βένετον ἀπὸ τῆς Βενετίας. Καὶ προσεκόλλησε τῇ γῇ τὸ λευκὸν, τουτέστι τὸν ἀέρα, διότι ἐκάτερα τῆς ἀλλήλων συγκράσεως δέονται. Ὁμοίως καὶ τὸ ῥούσιον τῷ κυανῷ ὑπέταξε, διότι τὸ πῦρ ὑπόκειται τῷ ὕδατι. Ἐπετέλεσε δὲ καὶ τὰ καλούμενα βρουμάλια, καθάπερ οἱ γεωργοὶ μετὰ τὴν γηπονίαν ἀὰναπαυόμενοι ἀμοιβαδὸν ἑαυτοὺς ἀπέτρεφον πανηγυρίζοντες καὶ ἀγραυλοῦντες ἐπὶ τοῖς ἀλλήλων ὀνόμασιν. Ἀλλὰ καὶ τὴν Ῥώμην λαοῦ ἐνέπλησε, πολιτῶν τὸ πρῶτον σπανίζουσαν. Καὶ νόμον τίθησι τοὺς παῖδας ἐν οἰκετῶν μοίρα τοῖς πατράσιν ὑπείκειν· ὃς μέχρι τοῦ παρόντος παρὰ Ῥωμαίοις κρατύνεται. Ἀὐταρχήσας δὲ λζ ἕτη Ῥωμύλος καταλύει τὸν βίον. Οὗτος μετωνόμασε τὴν πόλιν καὶ τὸ ἔθνος τῷ ἰδίῳ ὀνόματι Ῥωμαίους, πρότερον λεγομένους Λατίνους, πρὸ δὲ τούτου Ἀβοριγίνας.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
