# Compendium Historiarum 1.162

Georgius Cedrenus, Compendium Historiarum, 1.162. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.162
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.162

Μεσοποταμίας Ἀρκεσίλαος. Καὶ οὐ διέλιπον ἀεὶ κατ´ ἀλλήλων ἐπανιστάμενοι, ἕως ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσε. [Ρ β] Ὁ μέντοι Κάσανδρος Θεσσαλονίκην τὴν τοῦ Ἀλεξάνδρου θυγατέρα ποιησάμενος γυναῖκα εἰς ὄνομα ταύτης κτίζει πόλιν Θεσσαλονίκην. Οἱ δὲ Αἰνείαν ταύτην κτίσαι μετὰ τὸ ἀποφυγεῖν τὸν Τρωϊκὸν πόλεμον, ὅθεν καὶ ἡ χώρα λέγεται Αἰνέα. Οἱ δέ φασι Φιλίππου τοῦ Ἀμύντου εἶναι θυγατέρα τὴν Θεσσαλονίκην· τὸ δὲ ἐν τῆ Παλλήνῃ φρούριον παρ´ αὐτοῦ τοῦ Αἰνείου οἰκοδομούμενον, ἐπεὶ παρὰ τῶν ὑπ´ αὐτὸν ἀκήκοε γεγενῆσθαι αὐτῷ θυγατέρα καὶ Κασάνδραν ὀνομασθῆναι, καὶ αὐτὸς αὐτὸν τὸν τόπον Κασάνδρειαν ὠνόμασε, καὶ στήλην λιθίνην γυναικὸς σχῆμα ἔχουσαν καὶ πρὸς Τροίαν βλέπουσαν ἐπάνω τοῦ τείχους ἔστησε. Τότε καὶ Αἴσωπος ὁ μυθογράφος ἤκμαζε, καὶ Ἀναξίμανδρος, ὃς εἶπε τὴν γῆν μέσην εἶναι τοῦ παντὸς κόσμου, καὶ τὸν ἤλιον οὐκ ἐλάττω τῆ γῆς, ἀρχήν τε πάντων τὸν αἰθέρα, καὶ πάντα ἐξ αὐτοῦ γίνεσθαι καὶ εἰς αὐτὸν ἀναλύεσθαι. Ἐξέθετο δὲ καὶ τὰς ἰσημερίας καὶ τὰς τροπάς τοῦ ἐνιαυτοῦ καὶ τὰ λοιπὰ, καθὼς ἔμπροσθεν λέξομεν. Πυθαγόρας δὲ ὁ Σάμιος τὴν ἀριθμητικὴν ἔγραψε καὶ ἀσωμάτους δυνάμεις καὶ ἀρχὰς ἐδόξαζεν. Οὗτος καὶ τὰ Χρυσᾶ ἔπη ἔγραψεν, ἅτινα, ὡς ἐν κεφαλαίῳ. εἰπεῖν, διαγορεύουσι τάδε· Πρῶτα μὲν προτρέπει τὸ ὸέῖον τιμᾶν ὡς χρὴ, δεύτερον τοὺς κατὰ δύναμιν ὁμοιωθέντας αὐτῷ, τρίτον τῶν σωματικῶν δυνάμεων ὑπερέχειν, τέταρτον ἑαυτὸν αἰδεῖσθαι πανταχοῦ. πέμπτον δικαιοσύνης ἐπιμελεῖσθαι πανταχοῦ, ἕκτον τὸν ἀπὸ τῆ θείας κρίσεως ἀπονεμηθέντα κλῆρον ἀσπάζεσθαι, ἕβδομον πρὸς τὸ βέλτιον ἀεὶ τὴν γνώμην μεθιστάνειν, ὄγδοον ἀνεξαπόσπαστον εἶναι καὶ ἀδούλωτον διόλου πρὸς τὴν τῆ ἀρετῆς τήρησιν ἔννατον εὐβουλίᾳ πρὸ τῶν ἔργων χρῆσθαι, ἐξ ἧς τὸ ἀμεταμέλητον ἐν τοῖς ἔργοις παραγίνεται, δέκατον οἰήσεως καθαρεύειν, ἑνδέκατον πράους καὶ ἀοργήτους καὶ ἀνεκτικοὺς πρὸς τοὺς ἐντυγχάνοντας εἰναι, δωδέκατον τὸ σῶμα καὶ τὰ ἐκτὸς πρὸς τὴν τῆ ἀρετῆς συνεργίαν μεταῤῥυθμίζειν· «Ταῦτα, φησὶ, πόνει, ταῦτ´ ἐκμελέτα, τούτων χρὴ ἐρᾷν σε· Ταῦτά σε τῆ θείας ἀρετῆς εἰς ἴχνια θήσει·» ἀντὶ τοῦ Ταῦτα πάντα εἰς τὴν πρακτικὴν φιλοσοφίαν ἐνάξει καὶ εἰς τὴν θεωρητικὴν ἐπιστήμην ἤτοι τὴν κατὰ νοῦν ἐνέργειαν, νοοῦντα τὰ νοητὰ, καὶ ἀρχή σοι πανυ καλλίστη γενήσεται, καὶ ὁμοιωθήσῃ Θεῷ διὰ τὴς τῶν ἀρετῶν ἐργασίας. Διὸ καὶ βουλόμενος τὸν ἀκροατὴν ὁλοσχερῶς πρὸς τὴν τῶν καλῶν ἐργασίαν διαναστῆσαι ὅρκῳ τὰ λεχθέντα πιστοῦται, λέγων οὕτως· «Ναὶ μὰ τὸν ἁμετέρα ψυχᾷ παραδόντα[Ρ.] τετρακτὺν, παγὰν ἀενάου φύσεως,.» Ὁ δὲ ὅρκος γίνεται αὐτοῖς καὶ δόγμα. Οὐτος ὁ Πυθαγόρας μετεμψύχωσιν ἐδογμάτιζεν· ἣν θέλων κυρῶσαι ἔλεγεν ἑαυτὸν πρὸ τῶν Τρωϊκῶν Αἰθαλίδην γεγονέναι, ἐν δὲ τοῖς Τρωϊκοῖς Εὔφορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
