# Compendium Historiarum 1.178

Georgius Cedrenus, Compendium Historiarum, 1.178. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.178
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.178

μηχανικοῦ τοῦ ἔργου προηγουμένου, συντελέσαντες ἤπειρον καὶ βατὸν εἶναι παρεσκεύασαν ἄβατον ὄντα τὸ πρότερον, καὶ ἀκωλύτως ἐξεῖναι πρὸς τὴν Φάρον διαβαίνειν. Τούτου τῷ ἰδ´ ἔτει, Αὐγούστου δὲ Καίσαρος μβ´ ἔτει τῆς μοναρχίας αὐτοῦ, τίκτεται Χριστὸς ὁ Θεὸς ἡμῶν. Ἔτος τοῦτο κτίσεως κόσμου κατὰ τὰς ἀκριβεστέρας ἀναγραφὰς εφςʹ, μηνὶ Δεκεμβρίῳ κεʹ, ἡμέρᾳ δʹ. Κύκλος ἡλίου ὀκτωκαιδέκατος, καὶ σελήνης κύκλος ιεʹ. Ετα γνῶναι τὴν ἡμέραν βουλόμενοι καθ´ ἣν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, τίθεμεν τὰς κατὰ τὸ παρὸν ἔτος δʹ ἐπακτὰς τοῦ ἡλίου, καὶ ταύταις προστίθεμεν τὰς ἀπὸ ἀρχῆς τοῦ πρώτου μηνὸς ἡμέρας, Ἀπριλλίου λʹ, Μαΐου λαʹ, Ἰουνίου λʹ, Ἰουλίου λα´, Αὐγούστου λαʹ, Σεπτεμέρίου λʹ, Ὀκτωβρίου λαʹ, Νοεμβρίου λʹ, Δεκεμβρίου κεʹ, ὁμοῦ σἱαʹ. Ταύτας ὕφελε ἐπὶ τῶν ἑπτὰ οὕτως· ἑπτάκις μʹ σπ’· ια´ ζ· λοιπαὶ δʹ. Ἔγνωμεν οὖν ὡς καθ´ ἣν ἡμέραν ἐδημιούργησε τοὺς φωστῆρας, κατ´ αὐτὴν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ὡς ὑπάρχων ἥλιος δικαιοσύνης. Τῷ ιεʹ ἔτει Τιβερίου Καίσαρος βαπτίζεται ὑπὸ Ἰωάννου, ἰνδικτιῶνι πρώτῃ, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, τῇ ιγʹ´ ἡμέρᾳ τοῦ λα´ ἔτους αὐτοῦ, ϛʹ τοῦ Ἰανουαρίου μηνός. Ἐν τῷ εφς´ ἔτει τοίνυν τῆς τοῦ κόσμου γενέσεως ἐγεννήθη Χριστός ὁ Θεὸς ἡμῶν. Ἐν δὲ τῷ παρόντι εφλς ἔτει ἐβαπτίσθη, καθὼς λέλεκται. Μετὰ δὲ τὸ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, ᾖ φησι τὰ ἱερὰ Λόγια, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἐγένετο ἀνεῳχθῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ´ αὐτὸν, καὶ φωνήν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός· ἐν σοὶ ηὐδόκησα.» Εἶτα γνῶναι βουλόμενοι καὶ ποία ἦν τῆς ἑβδομάδος ἡμέρα ὅτε ὁ Κύριος ἐβαπτίσθη, τίθεμεν [Ρ.τὰ εφλϛʹ ἔτη. Τούτοις προστίθεμεν τὸ τέταρτον, καὶ γίοονται ϛόκʹ. Ταῦτα ὑφείλομεν παρὰ τὸ ἑπτάῖ, λέγοντες· ἐπτάῖ φʹ ϛτʹ, ἑπτάκις π´ φξʹ, ἑπτάῖη νϛʹ. Λοιπαὶ δ´ ἐπακταί. Ταύταις προσάπτομεν τὰς ἀπὸ τοῦ πρώτου μηνὸς ἡμέρας ἕως αὐτῆς τῆς ἡμέρας ἐν ᾗ ὁ Κύριος ἐβαπτίσθη. Οὕτως ἔχεις ἐπακτὰς δʹ. Ἀπριλλίου λʹ, Μαΐου λαʹ, Ἰουνίου λʹ, Ἰουλίου λαʹ, Αὐγούστου λαʹ, Σεπτεμβρίου λʹ, Ὀκτωβρίου λα´, Νοεμβρίαυ λʹ. Δεκεμβρίου λαʹ, Ἰανουαρίου ϛʹ, ὁμοῦ σπεʹ. Ταύτας ὕφελε ἐπὶ τῶν ἑπτὰ, λέγων ἑπτάῖ μʹ σπʹ, λοιπαὶ εʹ. Ἔγνωμεν οὖν ὡς ἐν εʹ τῆς ἑβδομάδος ἡμέρᾳ ἐβαπτίσθη ὁ Κύριος. Καθ´ ἡν ἡμέραν αὐτὸς ὁ Κύριος προσέταξεν ἐξαγαγεῖν τὰ ὕδστα ἑρπετὰ ψυχῶν ζωσῶν, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐβαπτίσθη καὶ ἡγίασε τὸ ὕδωρ καὶ ζωοποιὸν ἡμῖν ἀπειργάσατο. Μετὰ δὲ τὸ βαπτισθῆναι, καὶ πειρασθῆναι ὑπὸ τοῦ Σατανᾶ ἐν τῇ ἐρήμῳ, καὶ νικῆσαι τὸν πειράζοντα, παρεγένετο εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ Κὐαγγέλων τῆς βασιλείας, καὶ κελεύσας τοὺς μαθητὰς πιστεύσαντας καὶ δεξαμένους τὸ κήρυγμα τῆς εὐσεβείας ἀνελθεῖν μετ´ αὐτοῦ εἰς Ἰεροσόλυμα, ἑορτάαι τὸ νομικὸν πάσχα. Εἶτα θέλοντες γνῶναι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
