# Compendium Historiarum 1.183

Georgius Cedrenus, Compendium Historiarum, 1.183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.183
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.183

καὶ περιχαρῶς ὑπεδέχθη καὶ προσεκυνήθη παρά τε τῶν βασιλέων καὶ τῶν ἐν τέλει καὶ τῶν λοιπῶν πάντων. Τῇ δὲ ἐπαύριον μετὰ τὸν ἀσπασμὸν καὶ τὴν προσκύνησιν ἀράμενοι τὴν τοῦ Χριστοῦ εἰκόνα ἐπὶ τῶν ὥμων ὅ τε ἀρχιερεὺς Θεοφύλακτος καὶ οἱ νεάζοντες βασιλεῖς γὰρ γέρων δι´ ἀσθένειαν ἀπελείπετο), ἀλλὰ καὶ οἱ τῆς γερουσίας ἅπαντες μετὰ παντὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος, τῇ προσηκούσῃ δορυφορίᾳ παρέπεμπον μέχρι τῆς χρυσείας πόρτης. Κἀκεῖθεν πάλιν ἀναλαβόμενοι ὁμοίως μετὰ βάνπῃεψζφζῃς.σωλωωσοστσνες γεσο πο υωχ. βασιλέα, καὶ ἐν τῳ Θεομητρὸς ναῷ Φάρῳ κατέθεντο τὸ τίμιον καὶ ἅγιον ἐκτύπωμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς φυλακτήριον μέγιστον τῆς βασιλίδος τῶν πόλεων καὶ πάντων τῶν Χριστιανῶν. Καὶ ταῦτα μὲν οὕτως, πάλιν δὲ τῆς τῶν ἱστοριῶν ἀκολουθίας ἑξόμεθα. Τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα τεχθέντος εὐθὺς Αὔγουστος Καῖσαρ ἐκράτησε πάν των, καὶ τὰς ἐθναρχίας πάσας καὶ μερικὰς βασιλείας καταλύσας τοῖς Ῥωμαίων οἴαξι πάντας ὑπέταξε, καὶ βαθεῖα εἰρήνη πανταχοῦ γέγονε· τῆς γὰρ θείας βοηθείας ἐπιφανείσης νῶτα δεδώκασιν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναντία φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν αὐχένα καὶ τὸν σωτήριον ζυγὸν ὑπεδέξαντο. Τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρία οἷον τινι φωνῇ χρησάμενος ὁ Θεὸς τὸ οἰκεῖον ὕψος ὑπέδειξε. Προειδὼς τοίνυν ὁ Θεὸς τὴν Ἰουδαίων ἀπόνοιαν ἔφη διὰ τοῦ προφήτου· «Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.» Ἡμῖν δὲ παραδηλῶν τίς οὗτος ἐστι, καὶ ὥσπερ συνευφραινόμενος ἐπάγει· «Κύριος τῶν δυνάμεων μεθ´ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.» Τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ´ ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν· «Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἄρχων ἐξ Ἰούδα, ἕως ἄν ἔλθοι ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν,» τὴν μεταβολὴν τῶν ἐθνῶν κἀνταῦθα προθεσπίζων, εἰκότως τὸν τοῦ Ἰακὼβ Θεὸν τοῦ ταῦτα προειρηκότος ἔφη κατωρθωκέναι. Τοιγαροῦν ἐν τῷ μβʹ τῆς Αὐγούστου βασιλείας, ἐν τῷ εφϛʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ἤρχθη ὁ κατὰ Ἀντιόχειαν τῶν ἐτῶν ἀριθμός. Καὶ Ἡρώδης μὲν ἐξ ἐθνῶν ἤδη βασιλεὺς τῆς Ἰουδαίας ἀνηγορευμένος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος, καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον διαλλάξαντος, πεπλήρωται τὸ, «Οὐκ [Ρ.] ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, ὅς ἐστιν ὁ Χριστός.» Ἐπειδὴ γὰρ αὐτὸς ὁ Ἡρώδης ἀλλόφυλος ὢν περιτμηθεὶς ἦρξε τῶν Ἰουδαίων καὶ ἀρχιερέα κατέστησεν ἀλλογενῆ τὸν Ἀνάνιλον, εὐθὺς ἐπαύθη κατὰ τὴν θείαν πρόῤῥησιν ἡ ἐξ Ἰούδα ἀρχὴ μέχρι τότε κρατήσασα. Οἱ γὰρ ἱερεῖς προειστήκεισαν τῶν πραγμάτων, ἄχρις οὗ Πομπήος ὁ Ῥωμαίων στρατ. ηγὸς ἐπιστὰς τὴν μὲν Ἰερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει δὲ τὰ ἅγια, τὸν δὲ ἐκ τῆς προγάνων διαδοχῆς μέχρις ἐκείνου τοῦ καιροῦ διαρκέσαντα βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα Ἀριστόβουλον δέσμιον,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
