# Compendium Historiarum 1.199

Georgius Cedrenus, Compendium Historiarum, 1.199. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.199
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.199

ὁ Τιβέριος ἀκούας τὰ περὶ τοῦ Χριστοῦ θαύματα ἠβουλήθη διὰ βασιλικοῦ τύπου ἀναγορεῦσαι αὐτον Θεόν· ἀλλ´ ἀντεπράχθη τούτῳ παρὰ τῆς συγκλήτου, καθὼς οὐν Εὐσέβιος λέγει. Ὅτι ἐπὶ Τιβερίου, μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, ἐκλέγεται ὑπὸ τῶν ἀποστόλων Ματθίας ἀντὶ τοῦ προδότου. Ὅστις Ἰούδας μετὰ τὴν ἀγχόνην, καθ´ ἑκάστην ἡμέραν ὑπὸ τῶν ἀποστόλων [Ρ. παρακαλούμενος καὶ νουθετούμενος πρὸς μετάνοιαν ἐλθεῖν, καὶ μὴ πεισθεὶς, ἐπεὶ ἀνελήφθη ὁ Χριστὸς, ὡς ἤκουσεν, εὐθὺς ὀγκωθεὶς ἐλάκησε μέσος καὶ ἀπώλετο. Εἰ γὰρ εἰς μετάνοιαν ἦλθεν, οὐκ ἂν αὐτὸν ἀπώσατο ὁ πάντας θέλων σωθῆναι. Τιβέριος δὲ τῷ τρόπῳ καὶ τῇ γνώμῃ ἀπηνὴς ἦν καὶ οἵνου ἐλάττων. Διὸ καὶ Ἐμπεβάριον αὐτὸν Ῥωμαῖοι ἐκάλουν, ὃ σημαίνει παρ´ αὐτοῖς τὸν Οἰνοπότην. Τοῦτον Γάιος ὁ ἀδελφιδοῦς ἐν τῇ νόσῳ αὐτοῦ ἱμάτια πολλὰ περιθεὶς ἀπέπνιξεν. Ἐκράτησε δὲ Γάιος Ἰούλιος Καῖσαρ ἔτη ζʹ. Οὗτος ἦν μοιχικώτατος πάνυ· ὃς περιιών ποτε τὴν ἀγορὰν καὶ ἰδὼν πηλὸν ἐν τῇ ὁδῷ ἤγαγε Φλάβιον Οὐεσπασιανὸν, ἀγορανόμον τότε ὄντα, τὸν μετὰ ταῦτα βασιλεύσαντα, καὶ ὡς ἀμελοῦντα τῶν κοινῶν τὸν πηλὸν εἰς τὴν ἐσθῆτα βληθῆναι ἐκέλευσεν· ὅπερ ἐσήμανε τὰ κοινὰ τεταραγμένα αὐτὸν παραλήψεσθαι. Ἐπὶ δὲ τῆς τοῦ αὐτοῦ Γαΐου βασιλείας Ἀγρίππας βασιλεὺς τῆς Ἰουδαίας καὶ Σίμων ὁ Μάγος βαπτίζεται ὑπὸ Φιλίππου, ἑνὸς τῶν ἑπτὰ διακόνων Γάτος δὲ ὑπὸ Κλαυδίου σφάζεται. Ἐπὶ τούτοια Κορνήλιος πρῶτος ἐξ ἐθνῶν βαπτίζεται ὑπὸ Πέτρου, καὶ Παῦλος, τὸ τῆς ἐκλογῆς σκεῦος, δι´ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ ἀπόστολος ἀναδείκνυται. Κλαύδιος ἐβασίλευσεν ἔτη ιγʹ, μῆνας θʹ. Οὗτος δειλὸς ὢν πάντας τοὺς προσιόντας αὐτῷ ἐποίει ἐρευνᾶσθαι, μή τι ξιφίδιον ἔχωσιν. Καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι εἰς φυλακὴν παρειστήκεισαν αὐτῷ· ἐξ οὐ καὶ εἰς τοὺς λοιποὺς βασιλεῖς εἴθιστο γίνεσθαι τοῦτο Ἐπὶ τούτου καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἦν, φιλόσοφος Πυθαγόρειος, στοιχειωματικός. Οὗτος ἐν Βυζαντίῳ ἐλθὼν, παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων, ἐστοιχείωσεν ὄφεις μὲν καὶ σκορπίους μὴ πλήσσειν, μηδὲ κώνωπας παρεῖναι, ἴππους μὴ κατωφρυῶσθαι μήτε μὴ ἀγριαίνεσθαι κατ´ ἀλλήλων ἢ καὶ κατά τινος. Καὶ Λύκον δὲ τὸν ποταμὸν ἐστοιχείωσεν ὥστε μὴ πλημμυρήσαντα τὸ Βυζάντιον καταλυμήνασθαι. Τότε Αἰγύπτιος λῃστὴς ἐξήγαγεν εἰς τὴν ἔρημον τοὺς σικαρίους, οὓς μετῆλθε Φήλιξ ὁ ἡγεμών. Σικαρίους δὲ αὐτοὺς ὡνόμασεν ἀπὸ τῶν σικαρίων, ἄ ἐστι μαχαίρια μικρὰ, ἃ ἐπεφέροντο κρυφῇ εἰς τὸ θαως τοὺς παρατυγχάνοντας πλήττειν. Καθ´ ὃν καιρὸν μεταξὺ Θήρας καὶ Θηρασίας νῆσος ἀνεφυσήθη στάδια λʹ.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
