# Compendium Historiarum 1.201

Georgius Cedrenus, Compendium Historiarum, 1.201. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.201
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.201

αὐτῶν ὅτι Ἐσσαῖοι Ἰουδαῖοι μέν εἰσι τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων εὐλαβεῖς πλέον, οἱ την μὲν ἡδονὴν ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. Καὶ γάμος μὲν παρ´ αὐτοῖς ὑπερορᾶται, τοὺς δὲ ἀλλοτρίους παῖδας νέους ἔτι προσλαμβανόμενοι καὶ διδάσκοντες ὡς συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἥθεσιν ἑαυτῶν ἐντυποῦσι. Καὶ τὸν μὲν ἔννομον καὶ σώφρονα γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν ἀποδέχονται, τὰς δὲ πονηρὰς καὶ θεοστυγεῖς μίξεις καὶ ἀσελγείας τέλεον ἀποστρέφονται καὶ ἀποβάλλονται. Καταφρονεῖται δὲ παρ´ αὐτοῖς πλοῦτος καὶ πολυκτησία, τὴν δὲ ἀκτημοσύνην ὡς ἀπερίσπαστον καὶ ἐνάρετον ἀσπάζονται. Καὶ πρὶν μέν ἀνίσχειν τὸν ἥλιον οὐδὲν ἀργὸν φθέγγονται, προσευχὰς δὲ καὶ ψαλμῳδίας ἐκ μέσης νυκτὸς μέχρις αὐγῆς πρὸς τὸν [Ρ.[θθ Θεὸν ἀναφέρουσι μετ´ εὐλαβείας καὶ σεμνότητος. Καὶ οὕτω πρὸς ἣν ἕκαστος ἔχει τέχνην, ὑπὸ τοῦ προεστῶτος ἀποστέλλεται. Καὶ μέχρις ὥρας ἕκτης μετὰ νήψεως καὶ θεολογίας, οὕτως ἐπὶ τὸ δειπνητήριον συναθροίζονται μετ´ εὐλαβείας καὶ ἡσυχίας πολλῆς. Καὶ ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος πάντοτε προσάγει. Καὶ προκατεύχεται δὲ τῆς τροφῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς ὁ ἱερεύς· ἀθέμιτον γὰρ πρὸ τῆς εὐχῆς ἡγοῦνται γεύσασθαί τι. Καὶ πάλιν ἀριστησάντων ὁ ἱερεὺς ἐπεύχεται. Καὶ ἀπλῶς ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν Θεὸν ἀδιαλείπτως. Καὶ αὖθις ἐπ´ ἔργα μέχρις ἑσπέρας διακαρτερήσαντες, καὶ δειπνήσαντες μετὰ τῆς συνήθους σιωπῆς καὶ σεμνοπρεποῦς καταστάσεως, ἐπ´ εὐνὰς πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχονται, τοὺς βραχυτάτους ὕπνους καὶ κουφοτάτους ἐκτιναξάμενοι. Οὗπερ ἐστιν αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ´ αὐτοῖς τροφὴν καὶ πόσιν λιτὴν καὶ ἀπερίεργον καὶ σπανίζουσαν· οὐδείς γὰρ παρ´ αὐτοῖς κόρος καὶ χορτασία κοιλίας, ἀλλ´ ἕνδεια πολλὴ καὶ ὀλιγοδεῖα. Τὸν δὲ προσερχόμενον ζηλῶσαι τὸν βίον οὐκ εὐθὺς ἀδοκιμάστως καὶ ἀγυμνάστως παραδέχονται, ἀλλ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν καὶ κατάστασιν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ πενιχρὸν ἱμάτιον γυμνάζουσιν ἐπ´ ἔργοις ἀρί. στοις καὶ λόγοις. Εἶτα μετὰ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσιν τὸ ἦθος καὶ τὸ ἐν πᾶσιν ὑπήκοον δοκιμάζεται, καὶ φανείς ἄξιος καὶ δόκιμος οὕτως εἰς τὸν ἱερὸν ὅμιλον ἐγκρίνεται. ΠΠοό γε οὐν πάντων ὅρκους φρικώδεις ἀπαιτοῦσι πρῶτον μὲν εὐσεβεῖν καὶ θεραπεύειν ἐξ ὅλης καὶ καθαρᾶς ψυχῆς καὶ σώματος τὸ θεῖον, ἔπειτα δὲ πρὸς ἀνθρώπους δίκαια φυλάττειν ἅπαντα ναὶ ἀπροσωπόληπτα, καὶ μὴ κατὰ γνώμην βλάψαι τινὰ, μήτε μὴν συγκοιν ωνεῖν ἀδίκοις, ἀλλὰ κατὰ δύναμ ν τοῦ δικαίου καὶ φροντίζειν καὶ βιάζεσθαι πάντως καὶ τὸν ἐνήδονον, καὶ περιττὸν καὶ ὑγρὸν ἀποστρέφεσθαι βίον μέχρι θανάτου. Πρὸς δὲ τούτοις ὀμνύουσι πάλιν μηδενὶ μὲν τὸ παράπαν μεταδοῦναι τῶν δογμάτων καὶ τῶν ἁγιοπρεπῶν τούτων ἐπιτηδευμάτων ἢ ὡς ἀκριβῶς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
