# Compendium Historiarum 1.205

Georgius Cedrenus, Compendium Historiarum, 1.205. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.205
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.205

διαβεβαιοῦνται ἀρχαίαν καὶ ἀποστολικὴν εἶναι τὴν τοῦ μονήρους βίου παράδοσιν. Εἰ δὲ καί τινας τῶν θύραθεν εἰς ταύτην τὴν μαρτυρίαν παράξομεν, μηδεὶς μεμφέσθω ἡμῖν. Εἰκότως οὖν ὁ Πλάτων ὑπεμφαίνων τῶν τελείων τὸ σπάνιον ἔφασκεν· «Οὔ μοι δοκεῖ δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι, πλὴν ὀλίγων. Μέχρι περ ἂν ζῶμεν. τοῦτο διορίζομεν· ναρθηκοφόροι μὲν γὰρ πολλοὶ, φιλόσοφοι δὲ σπάνιοι καὶ ὀλίγοι. Καλὴ δὲ πρᾶξις καὶ πίστις τελευτήσαντα τυχεῖν ἀπάντων.» Ὅθεν ἐπήγαγεν ἄνδρα ἀπλοῦν καὶ γενναῖον κατ´ Λἰσκύλον Ῥσονοαι αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι. Ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν καὶ τιμῶν ἕνεκα τοιοῦτός ἐστι. Γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τοῦ προτέρῳ. Μηδὲν γὰρ ἔχων δόξαν ἐχέτω μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τὸ μὴ τίθεσθαι ὑπὸ κακοδοξίας ἢ φιλοδοξίας καὶ ὑπ´ αὐτῆς γινομένων, ἀλλ´ ἔστω μετάστατος μέχρι θανάτου δοκῶν ἄδικος εἶναι διὰ βίου. Καὶ δὴ καὶ Σωκράτης ὁ διδάσκαλος αὐτοῦ πρὸς αὐτὸν οὕτως ἔφη· πότερον τὴν τῶν πολλῶν δόξαν δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι ἢ τὴν τοῦ ἑνὸς, εἴ τις ἔστιν ἐπαΐων οὖ δεῖ, καὶ φοβεῖσθαι καὶ αἰσχύνεσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾯ εἰ μὴ ἀκολουθήσομεν, δεινῶς λωβησόμεθα. Οὐκ ἄρα γε, ὧ βέλτιστε, φροντιστέον ἡμῖν τί ἐροῦσιν ἡμῖν οἱ πολλοί, ἀλλὰ τί τὸ ἐπαΐον τῷ δικαίῳ καὶ ἀδίκῳ, ἥτις ἐστὶν ἡ ἀλήθεια. Ταῦτα δὲ φανερῶς ἐοίκασι τοῖς ἡμετέροις μᾶλλον ἰεροῖς καὶ ἀποστολικοῖς λόγοις, ἐν οἷς φησιν ὁ μέγας Παῦλος· «Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ ἀθυμίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἱδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι,» καὶ τὰ ἑξῆς. Τοιαύτην οὖν περὶ δικαιοσύνης καὶ θεαρέστου πολιτείας πάνυ Σωκράτης καὶ Πλάτων διδασκαλίαν ἐποιήσαντο. θαυμαστὴν ὄντως καὶ ἀξιέπαινον ἀληθῶς τῇ λογικῇ φύσει τῶν ἀνθρώπων συμβαίνουσαν. Τὰ γὰρ ἠθικὰ μαθήματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσε. Διαπλάσας γάρ τοι τῶν ἀνθρώπων τὸ γένος ὁ Θεὸς ἐντέθεικε τῇ φύσει τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν, ὁ καὶ παιδεύων ἔθνη καὶ διδάσκων ἄνθρωπον γνῶσιν. Διόπερ οὐ μόνον Σωκράτης καὶ Πλάτων καὶ ἄλλοι τινὲς τῶν Ελλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ πολλοὶ τῶν βαρβάρων. Καὶ γὰρ τοὺς ὑπερβορέους μέν οἰκεῖν ὑπὲρ τὰ Ῥιπαῖα ὄρη φασὶν, ἀσκεῖν δὲ δ καίοσύνην μὴ κρεωφαγοῦντας, [ ἀ] ἀλλ´ ἀκροδρύοις καὶ ὕδασι χρωμένους. Καὶ τοὺς Βραχμᾶνας ἐν ταῖς ὕλαις διάγειν, φύλλοις τὸ σῶμα καλύπτον τας καὶ ὑπὲρ ἄνθρωπον ἀσκοῦντας. Καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην φιλόσοφον γεγενῆσθαι λέγουσι, καὶ οὔτως αὐτὸν ὁ τῆς φιλοσοφίας ἔρως ἐπύρωσεν ὡς ὀνομαστότατον διὰ πολλὴν ἄσκησιν καὶ σωφροσύνην ἵενέσθαι. Οὐ γὰρ μόνον γρηγορῶν πρὸς τὰ της ψυχῆς ἠγωνίζετο πάθη σιωπῶν καὶ ἡσυχάζων, ἀλλὰ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
