# Compendium Historiarum 1.217

Georgius Cedrenus, Compendium Historiarum, 1.217. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.217
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.217

διεχειρίσατο εἰπών· Τί γάρ με ἔδει μακροῖς αὐλοῖς ἄδειν καὶ αὐλεῖν· Οὐττέλιος ἢ Βιτέλιος ἔτος ἓν, γένους ἐπιφανοῦς ὥν. Οὗτος ἀστρολόγους καὶ ἀστρονόμους καὶ γόητας ἐντὸς ῥητῆς ἡμέρας πάντας ἐκχωρῆσαι τῆς Ἰταλίας προσέταξεν. Ο] καὶ πρόγραμμα ἔῤῥιψαν, προαγγέλλοντες ἐντὸς ἡμέρας ῥητῆς ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου. Ὃ δὴ καὶ γέγονεν· ἐσφάγη γὰρ ὑπὸ στρατιωτῶν. Οὐεσπασιανὸς υἱὸς Νέρωνος ἐβασίλευσεν ἔτη δέκα ἡμέρας ηʹ. Αὐτοκράτωρ δὲ γέγονεν ἐν Παλαιστίνῃ, ἕσι τὰς πόλεις τῶν][Ρ. ἱ] Ἰοῦδαίων πολιορκῶν. Ὅστις καὶ Ἰώσηπον τὸν συγγραφέα ὑποχείριον ἐποιήσατο. Ἀνήχθη δὲ ἐν Ῥώμῃ ἀναγορευθεὶς ὑπὸ τοῦ στρατοῦ βασιλεὺς, καταλιπὼν Τῖτον τὸν υἱὸν αὐτοῦ τὴν Παλαιστίνην πολιορκεῖν. Τῷ πρώτῳ ἔτει Οὐεσπασιανοῦ ὁ ναὸς τοῦ Καπιτωλίου ἐνεπρήσθη, καὶ τῷ εʹ ἔτει οἰκοδομεῖσθαι παρ´ αὐτοῦ ἥρξατο. Μετ´ Οὐεσπασιανὸν Τίτος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη τρία. Οὕτος πολιορκεῖ τὰ Ἱεροσόλυμα, καὶ τὴν πόλιν καὶ τὸν ναὸν ἐμπιπρᾷ, καθὼς Ἰώσηπος ἰστορεῖ. Οὗτος ἀπειλαῖς καὶ οὐ τιμωρίαις τοὺς ὑπειθύνους ἐφόβει. Βασιλεύοντος γὰρ αὐτοῦ οὐ παρῆλθεν ἡμέρα ἐν ᾖ δῶρόν τι τῶν ὑπηκόων τινὶ ἢ εὐεργεσίαα οὐ παρέσχεν. Ἔλεγε γὰρ βασιλέως εἶναι γνώμην τὸ εὐεργετεῖν καὶ ἐν ταῖς αἰτήσεσιν εὐεπήκοον εἶναι. Πάντας δὲ τοὺς ἐντυγχάνοντας αὐτῷ αἰτουμένους τι συνετίθετο ὅ τι καὶ βούλοιντο. Καί τινος τῶν συνήθων ἐρωτήσαντος, Ὅτουχάριν τοῦτο ποιεῖς, πολλάκις μὴ ἐκπληρῶν τὰς ὑποσχέσεις; Οὐδένα, εἰπεν ὁ Τῖτος, ἀπὸ βασιλέως δεῖ σκυθρωπὸν ἀποπέμπεσθαι. Οὗτος ὁ Τῖτος ὥρᾳ θέρους πανήμερον ὁδοιπορήσας καὶ αἱμοῤῥαγήσας διὰ τῶν μυκτήρων, ὑπὸ ἡλίου τε φλεχθεὶς καὶ πάνυ λειποθυμήσας, ἔτι ἐμπνέοντος αὐτοῦ ἐνέβαλεν ὁ ἀδελφὸς αὐτοῦ Δομετιανὸς εἰς λάρνακα ξυλίνην χιόνος γέμουσαν ὡς δῆθεν θεραπεύσων, καὶ ἀπέκτεινεν. Ὁ γοῦν θαυμάσιος Τίτος φιλοσοφώτατος καὶ εὐγλωττότατος καὶ πολεμικώτατος καὶ μέτοιος ἄγαν ὑπάρχων, καὶ ἀγαθοεργίᾳ πολλῇ καὶ σωφροσύ.ῃ καὶ δικαιοσύνη καὶ φρονήσει κοσμούμενος, ἐκδηλοτέραν ἅπασι πεποίηκε τὴν ἑαυτοῦ συμπάθειαν ἐν τῇ ἁλώσει τῆς Ἱερουσαλήμ. Σφόδρα γὰρ ἐπένθησε τοὺς θεηλάτους Ἰουδαίους τότε, καὶ μᾶλλον τὸν θεῖον ναὸν πυρπολούμενον ὁρῶν ἐδάκρυσε, καὶ τὸν Θεὸν ἐδυσώπησε τυχεῖν ἐλέους καὶ συγγνώμης, δι´ οὔ οὐ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ταῦτα γεγόνασιν, ἀλλὰ διὰ τὴν ἐκείνων θεοστυγῆ δυστροπίαν. Ὅθεν δή μετὰς τὴν ἅλωσιν πρὸς τοὺς ἀνακηρύττοντας αὐτὸν νικητὴν καὶ τροπαιοῦχον διωθεῖτο τὰς ἀναῤῥήσεις, ὡς οὐκ αὐτὸς εἰργάσθαι ταῦτα φήσας, ἀλλὰ θεηλάτῳ καὶ θείᾳ ὀργῇ καθυπουργῆσαι καὶ τὰς χεῖρας ἐπιδεδωκέναι. Κἀντεῦθεν τοίνυν διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ταπεινοφροσύνην παγγέραστος καὶ πανεπέραστος γενόμενος οὕτως ἐτελεύτησε Τοσοῦτος δὲ θρῆνος ἐπὶ τῇ πολλῳ τοῦτον ἀπομνημονεύοντες καὶ τὰς ἀρετὰς αὐτοῦ ἀναλογιζόμενοι δημοσίᾳ καὶ κατ´οἴκους σλαίειν, ὤσπερ οἰκείῳ πάθει κατεχόμενος ἕκαστος. Τῷ δευτέρῳ ἔτει τούτου μέγας ἐμπρησμὸς ἐν Τώμῃ ἐγένετο. Καὶ τῆς συγκλήτου ψηφισαμένης Τ;ς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
