# Compendium Historiarum 1.23

Georgius Cedrenus, Compendium Historiarum, 1.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.23

τὸ σκότος, ὁμοῦ ἔργα ἑπτά. Ὁ δὲ Ἀφρικανὸς τὴν πρώτην ἡμέραν νοητὴν λέγει, διὰ τὸ ἀδιάγνωστον εἶναι τέως τὸ πρωτόκτιστον φῶς καὶ κεχυμένον. Ἐν τῷ δευτέρῳ δὲ νυχθημέρῳ ἐγένετο στερέωμα, ἔργον ἕν. Στερέωμα δὲ ἐκλήθη τὸ δημιούργημα διὰ τὸ τὴν φύσιν τῶν ὑπερκειμένων ἢ ὑποκειμένων λεπτὴν εἶναι καὶ ἀραιὰν, οὐρανὸς δὲ διὰ τὸ καθορᾶσθαι τρόπον δέῤῥεως ὑπὲρ κεφαλῆς ἡπλωμένος, Ἐν τῳ τρίτῳ νυχθημέρῳ φανέρωσις γῆς καὶ ἀναξήραν σις, παράδεισος, δένδρα παντοῖα, βοτάναι καὶ σπέρΚματα, ἔργα τέσσαρα. Ξηρὰ δὲ ἐπεκλήθη ἡ γῆ, ἐπειδὴ καὶ ἴδιον αὐτῆς ἐστι κατὰ φύσιν τὸ πρόσρημα· τὸ γὰρ κυρίως ξηρὸν γῆ ἐστιν. Ἐπειδὴ ὥσπερ τι βάρος ἀπέθετο τὰ ἐπικείμενα αὐτῇ ὕδατα, λοιπὸν βλαστάνειν προσετάχθη. Μʹυχὴν δὲζῶσαν ἐξαγαγεῖν ἐκελεύσθη, ἵν´ ἐκ τούτου γινώσκηται τῆς τε ἀλόγου ψυχῆς ἡ διαφορὰ καὶ τῆς ἀνθρωπείας· ἐκ γὰρ γῆς ἐφύη τῶν ἀλόγων ἡ ψυχὴ, ἡ δὲ τοῦ ἀνθρώπου ἐκ τοῦ θείου ἐμφυσήματος συνέστη. Καὶ ὅτι γεηρά ἐστι τῶν ἀλόγων ἡ ψυχὴ, ἐξ αὐτῆς ἔστι γνῶναι πάλιν τῆς Γραφῆς· εἴρηται γάρ· «Ψυχὴ παντὸς κτήνους, τὸ αἷμα αὐτοῦ ἐστιν,» Αἷμα δὲ πηγνύμενον εἰς σάρκα μεταβάλλεται· σὰρξ δὲ φθειρομένη εἰς γῆν ἀναλύεται. Εἰκότως οὖν γεώδης ἡ τῶν ἀλόγων ψυχή. Τῇ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας, ἔργα τρία. Τῶν φωστήρων[Ρ] γενομένων πολυμερὲς τῷ παντὶ παρεσχέθη ὄφελος, ἔκ τε τοῦ φαίνειν καὶ ταῖς οἰκείαις λαμπηδόσι καταυγάζειν τὸν κόσμον πλουσίως, ἔκ τε τοῦ ἀνίσχειν καὶ καταδύεσθαι τὴν τῶν χρόνων ἀπαρίθμησιν γίνεσθαι. Ἀλλὰ καὶ τῶν σημείων, οἷα ἔστι διὰ τῆς σελήνης φαίνεσθαι. Λεπτὴ γὰρ οὖσα ταῖς κεραίαις καὶ καθαρὰ περὶ τὴν ἡμέραν, σταθερὰν εὐδίαν κατεπαγγέλλεται, παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ χειμῶνα ἔσεσθαι μηνύει. Ὡσαύτως καὶ ὁ ἤλιος ἀνθρακώδης γενόμενος καὶ ὕφαιμος ταῖς ἀκτῖσιν ἢ τὸ ἀπαύγασμα βιαίαν κίνησιν δηλοῖ ἐπιγενέσθαι. Καὶ μάρτυρες τούτων πλωτῆρες, καὶ γεωργοί, καὶ ὁδοιπόροι. Τῇ εʹ ἡμέρᾳ τὰ ἑρπετὰ, τὰ νηκτὰ πάντα, κήτη, ἐχθύες καὶ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
