# Compendium Historiarum 1.231

Georgius Cedrenus, Compendium Historiarum, 1.231. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.231
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.231

πόθεν ἀριθμεῖν δεῖ, ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου, ἀλλ´ ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ. Οὐκ ἐπὶ Κύρῳ δὲ Κᾠκοδομήθη, ἀλλ´ ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ μακρόχειρος. Μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ Μάγοι, καὶ μετ´ ἐκείνους Δαρεῖος Ὑστάσπου, μεθ´ ὃν ἕέρξης ὁ Δαρείου καὶ Ἀρταβάνης. Εἶτα Ἀρταξέρξης ὁ Μακρόχειρ ἐβασίλευσε τῆς Περσίδος· ἐν τῷ κʹ ἔτει τῆς βασιλείας αὐτοῦ Νεεμίας ἀνελθών τὴν πόλιν ἀνέστησεν, ἅπερ ὁ Ἔσδρας ἀκριβῶς ἡμῖν διηγήσατο. Ἀν τοίνυν ἐντεῦθεν τετρακόσια ὀγδοήκοντα τρία θῶμεν ἔτη, ἥξομεν πάντως ἐπὶ τὴν κατασκαφὴν ταύτης, ὡς καὶ Ἰώσηπος αὖθις μαρτυρεῖ λέγων· Τὴν δὲ τῆς πόλεως καὶ τοῦ ναοῦ ἐρήμωσιν συνέβη γενέσθαι κατὰ τὴν Δανιήλ προφητείαν, πρὸ υʹ καὶ ηʹ γενομένην ἐτῶν. Διὰ τοῦτό φησιν· Οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος. Ἐπειδὰν οὖν ἀναστῆ καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ´ ἐκείνου τὰς οʹ ἑβδομάδας ἀρίθμει. Μετὰ δὲ τὰς ἑβδομάδας ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται ἐν αὐτῷ, καθὼς προείρηται. Μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδοιανοῦ συστάντες οἱ Ἰουδαῖοι ἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν οἱ μάταιοι θεομαχοῦντες. Χειρωσάμενος δὴ αὐτοὺς ὁ βασιλεὺς καὶ τὴν πόλιν πᾶσαν καταστρέψας καὶ τὰ λείψανα ἀφανίσας πάντα, καὶ μετὰ ταῦτα αὐτὴν ἀνεγείρας, Αἰλίαν αὐτὴν προσηγόρευσε κατὰ τὴν αὐτοῦ ἐπωνυμίαν. Ὅθεν ὁ Χριστὸς μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ παραγενόμενος, καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμαλωσίαν, καὶ δεικνὺς ὅτι ὁ Δανιὴλ περὶ αὐτῆς προεῖπε, φησίν· Ὅταν [Ρ. Ζὅ] ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιήλ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω. Ἐπειδὴ γὰρὶ ἅπαν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου βδέλυγμα παρὰ τοῖς Ἰουδαίοις ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνιων τὸν ἀνδριάντα ἐκεῖνον, ὁμοῦ καὶ πότε καὶ ὑπὸ τίνος ἔσται ἡ αἰχμαλωσία προανήγγειλεν. Ὅτι δὲ περὶ τῶν Ῥωμαίων εἴρηται ταῦτα, καὶ Ἰώσηπος μαρτυρεῖ, καθὼς προέφημεν. Τίς οὖν αὐτοῖς ὑπολείπεται λοιπὸν λόγος; Ὅταν τὰς μὲν αἰχμαλωσίας οἱ προφῆται φαίνωνται μετὰ διωρισμένων χρόνων εἰπόντες, ταύτῃ δὲ μηδένα χρόνον ὁρίσαντες, ἀλλὰ τοὐναντίον εἰπόντες ὅτι μέχρι συντελείας ἔσται ἡ ἐρήμωσις. Ὅτι μὲν εἰ τέλος ἡ παροῦσα ἔμελλε δουλεία λήψεσθαι, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται καὶ οὐκ ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προῤῥήσεως δείξαντες ἐπενεχθείσας αὐτοῖς· ἑκάστης γὰρ τούτων καὶ τρόπους καὶ χρόνους προανακηρυχθέντας διὰ τῶν θείων Γραφῶν ἀπεδείξαμεν. Τῇ παρούσῃ δὲ οὐδεὶς προφήτης ὥρισε χρόνον, ἀλλ´ ὅτι μὲν ἥξει καὶ ἐρημώσει πάντα καὶ μεταστήσει τὴν πολιτείαν, καὶ μετὰ πόσον χρόνον τῆς ἐκ Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ῥ Δανιὴλ, ὅτι δὲ τέλος ἕξει καὶ στήσεταί που τὰ κακὰ ταῦτα, οὔτ´ ἐκεῖνος ἐδήλωσεν οὕτ´ ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον, ὡς εἴρηται, προεῖπον ὅτι ἕως συντελείας καθέξει αὐτοὺς ἡ ταλαιπωρία αὕτη. Καὶ μάλα εἰκότως· καὶ γὰρ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
