# Compendium Historiarum 1.236

Georgius Cedrenus, Compendium Historiarum, 1.236. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.236
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.236

καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς πλησμονήν. Καὶ Ἀπόστησον ἀπ´ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμοῦ ὀργάνων σου οὐκ ἀκούσομαι Καὶ, Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς, Μὴ φάγωμαι κρέατα ταύρων, ἢ αἷμα τράγων πίωμαι· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως. Καὶ, Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καὶ ἀπλῶς ἐν πάσαις ταῖς Γραφαῖς ὁμοίως τὰς θυσίας ἀπαναίνεται διὰ τὸ ἐξαμαρτάνειν αὐτοὺς εἰς αὐτὸν ἐξ ἄκρας κακίας τε καὶ ἀπειθείας καὶ σκληροκαρδίας. Θυσίαι γὰρ ἀσεβῶν βλέλυγμα Κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτὰς, καὶ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, καὶ πάντες οἱ ἐσθίοντες αὐτὰς μολυνθήσονται. Διὸ δὴ καὶ τῷ Σαοὺλ ὁ θεῖος Σαμουὴλ ἔλεγεν· Ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν καὶ ἀκρόαμα ὑπὲρ στέαρ κριῶν. Ἰδοὺ γὰρ θέλει Κύριος θυσίαν ὡς τὸ εἰσακούειν αὐτοῦ. Εἰ τοίνυν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίαν καρδίαν καθαρὰν ἐπεζήτει καὶ πνεῦμα συντετριμμένον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσε τὰς δι´ αἱμάτων θυσίας, οὐδὲ πάλαι δεόμενος αὐτῶν, ὡς εἴρηται, ὰλλὰ εἰ βουληθῶσι συγχωρῶν, καὶ εἰ ἀπὸ γνώμης ὀρθῆς προσοίσουσιν. Εἰ θύειν ἐπιθυμεῖς, οὐ δεομένῳ μοι θύε. Ὁπότε δὲ τούτου ἀμνήμονες ἐγένοντο, καὶ μόσχον ἀντὶ Θεοῦ θεὸν ἐπεκαλέσαντο, καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύπτου πορείας ἐπεγράψαντο, λέγοντες· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες Κσε ἐκ γῆς Αἰγύπτου· καὶ ἀπαρνησάμενοι Θεὸν τὸν διὰ Μωϋσέως ἐπισκεψάμενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα περὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις διελόντα καὶ διαγαγόντα αὐτοὺς ἐν μέσῳ τοῦ ὕδατος ὡς διὰ ξηρᾶς, τὸν τοὺς ἐχθροὺς αὐτῶν βυθίσαντα, τὸν θεῤῥὰν τὴν πηγὴν τὴν πικρὰν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκροτόμου ὕδωρ εἰς πλησμονὴν ἀναξλύσαντα, τὸν στύλῳ[Ρ Ζὅθ] νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοὺς διὰ θάλπος ἄμετρον, καὶ πορευθῶσι, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοῖς καὶ ἐκ θαλάσσης κρεωδυτήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὅρει νομοθετήσαντα αὐτοῖς, οὗ τῆς θείας καὶ Τοῦτον ἀπηρνήσαντο, εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἶ προπορεύσονται ἡμῶν. Καὶ ἐμοσχοποίησαν χωνευτὸν, καὶ ἔθυσαν τῷ εἰδώλῳ. Κἀντεῦθεν οὖν ὀργισθεὶς ὁ μακρόθυμος Θεὸς, ἅτε δὴ ἀχαριστηθεὶς ὑπ´ αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβάσι φορτισμοῦ καὶ σκληρότητι κλοιοῦ· καὶ οὐκέτι εἶπεν, Ἐὰν ποιήσῃς, ὡς πρὸ τῆς μοσχοποιίας εἴρηκεν· ἀλλὰ, Ποίησον θυσιαστήριον, καὶ θύε διηνεκῶς· ἐπιλήσμων γὰρ ὑπάρχεις καὶ ἀχάριστος, ἵνα συνεχῶς ἐπιμιμνήσκῃ μου. Ἐπεὶ οὗν τῇ ἐξουσίᾳ κακῶς ἐχρήααντο οἱ τάλανες καὶ ἀγνώμονες, ἀνάγκην ἐπέθηκε λοιπὸν θύειν καὶ βρωμάτων ἀπέχεσθαί τινων, καὶ ζώων διαφορὰς καθαρῶν καὶ ἀκαθάρτων διέστειλε, καίτοι παντὸς ζώου καθαροῦ τυγχάνοντος· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς καλὰ λίαν. Καὶ δὴ καὶ ἀφορισμοὺς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
