# Compendium Historiarum 1.241

Georgius Cedrenus, Compendium Historiarum, 1.241. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.241
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.241

ἀκίνητον ὄντα διαφθείρεσθαι, πεπαίνειν δὲ τοὺς καρποὺς καὶ τρέφειν τὰ σώματα. Τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν, καὶ τοὺς καιροὺς οἷς τεταγμένως ἐφίστανται καὶ παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει καὶ [ ΑΑ] τοὺς πλωτῆρας διαβιβάζοντες; Καὶ ὁ μὲν παρέπεμψεν, ὁ δὲ διεδέξατο. Καὶ ἐναντίας ὁδευόντων ὁδοὺς καὶ διακονούντων ἡ μάχη αὐτῶν πάλιν τῷ βίῳ γίνεται χρήσιμος. Καὶ μυρία ἄν τις εἴποι τῶν ἀνέμων ἔργα. Ἀλλ´ ὅμως πάντα ταῦτα παραδραμών ὁ προφήτης καὶ καταλιπὼν ἀναλέγεσθαι, αὐτὸ μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέστησε. Τὸ γὰρ εἰπεῖν, Ἐκ θησαυρῶν αὐτῶν, οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, αλλὰ τὴν εὐκολίαν τοῦ ἐπιτάττοντος καὶ τὸ ἕτοιμον τῆς βουλῆς καὶ παρεσκευασμένον. Ὥσπερ γὰρ ὁ ἔχων ἐν θησαυρῷ μετὰ ἀδείας ἐξάγει πάντα, καὶ ὅτε βούλεται πάλιν εἰσάγει, οὕτως ὁ τοῦ παντὸς Δημιουργὸς πάνταεὐκόλως, ἐποίησε καὶ τῇ φύσει παρέδωκεν. Εἶδες καὶ πόση ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν πυρὶ καὶ ἐν ὕδατι πολλαὶ ἐναλλαγαί. Καὶ γὰρ τοῦ ὕδατος τὸ μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ ὑπερουράνιον, τὸ δὲ ὑπεράνω τῶν ἀνθρώπων, τὸ δὲ ὑπόγειον, ἀφ´ οὗ καὶ τὰ θερμὰ ὕδατα ἐν διαφόροις τόποις ἀνάγονται, διὰ τοῦ ὑπογείου πυρὸς θερμανθέντα παραδόξως. Καὶ τοῦ πυρὸς τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δὲ ἐν σελήνῃ, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐναέριον, τὸ δὲ ἀπὸ ξύλον, τὸ περὶ ἡμᾶς καὶ τὸ λυχναῖον, τὸ δὲ ἁπὸ γῆσκαὶ γὰρ ἔστι πολλαχοῦ τὸ τοιοῦτο ἀπὸ γῆς ἀναδιδόμενον ἰδεῖν, ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων), τὸ δὲ ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς ἐκ τοῦ αἰθέρος, τὸ δὲ ἐξ ὑδάτων καὶ ὑέλων διαυγεστάτων καὶ καθαρωτάτων ἐξάλλεσθαι πέφυκεν. Οὕτω δὲ καὶ ἐν ἀέρι πάλιν ὁ μέν ἐστι παχύτερος ὁ περὶ ἡμᾶς καὶ φθοροποιὸς καὶ νόσων ποικίλων ἐπικινδύνων αἴτιος, ὁ δὲ λεπτότερος καὶ σωμάτων εὐκρασίας καὶ εὐρωστίας πρόξενος, ὁ δὲ αὐότερος καὶ πυρωδέστερος, Ὥσπερ καὶ τῶν ἀνέμων πολλαὶ διαφοραί· ὁ μὲν γάρ ἐστι λεπτότερος ὁ δὲ παχύτερος, ὁ μὲν ψυχρότερος, ὁ δὲ ξηρότερος, ὁ μὲν ὑγρότερος ὁ δὲ θερμότερος. Ὅθεν οὖν ὁ προφήτης ἐμπεσών εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων τούτων καὶ τῶν τοιούτων, ἐν οἷς ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία δείκνυται, καὶ ἰδὼν τὸ πέλαγος ἀχανὲς, ἀπεπήδησε μέγα βοήσας· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, καὶ σοφίας ἐνέπλησας τά τε ἔμψυχα καὶ τὰ ἄψυχα. Μετὰ δὲ Τῖτον ἐβασίλευσε Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιε´ μῆνας ιαʹ, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώμης κατ´ ἐπιβουλὴν τῆς ἑαυτοῦ γυναικός. Διάδοχος γὰρ γενόμενος τοῦ ἀδελφοῦ οὐ τὴν πατρικήν τε καὶ ἀδελφικὴν ἐζήλωσεν ἀριστοπολιτείαν, ἀλλὰ τὴν τοῦ Τιβερίου καὶ Νέρωνος ἀνοσιεργίαν ἐκ διαμέτρου. Καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν, μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενάμενος,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
