# Compendium Historiarum 1.243

Georgius Cedrenus, Compendium Historiarum, 1.243. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.243
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.243

ἐποίησε ταῦτα, φυγαδεύσας τὸ πλῆθος τῶν ὄφεων καὶ σκορπίων ἐκ τῆς πόλεως, ὥστε μὴ ἀδικεῖσθαι ὑπ´ αὐτῶν τοὺς ἀνθρώπους, καὶ τῶν ἵππων τὴν ἀταξίαν χαλινώσας ἐν ταῖς συνελεύσεσι τῶν ἀρχόντων Ὡσαύτως καὶ εἰς Ἀντιόχειαν παραγενόμενος δυσωπηθεὶς ἐποίησε. Τυραννουμένων γὰρ τῶν Ἀντιοχέων ὑπὸ τῶν σκορπίων καὶ κωνώπων, ποιήσας χαλκὸν σκορπίον καὶ χώσας αὐτὸν ἐν τῇ γῇ καὶ μικρὸν ἐπιστήσας ἑπάνω κίονα, βαστάζειν προσέταξε καλάμους τῷ λαῷ, καὶ περιερχομένους ἐν τῇ πόλει κράζειν, τοὺς καλάμους ἐπισείοντας, Ἀκώνωπα τῇ πόλει. Καὶ οὕτως ἐξηφανίσθησαν ἐκ τῆς πόλεως οἵ τε σκορπίοι καὶ οἱ κώνωπες. Αἰτηθεὶς δὲ καὶ περὶ τῶν ἐπικειμένων αὐτῇ σεισμῶν, στενάξας ἔγραψεν ἐν διπτύχῳ ταῦτα· Οὐαί σοι, τάλαινα πόλις, ὅτι σεισμοῖσι πολλοῖς καὶ πυρσοῖς κατενεχθήσῃ. Κλαύσεται δέ σε καὶ ὁ παρ´ αἰγιαλοῖς Ὀρόντης. Περὶ οὗ μέντοι καὶ ὁ μέγας Ἀναστάσιος Θεουπόλεώς φησιν· Ἀπολλωνίου δὲ μέχρι νῦν ἔν τισι τόποις ἐνεργοῦσι τὰ ἀποτελέσματα ἱστάμενα, τὰ μὲν εἰς ἀποτροπὴν Κζώων τετραπόδων καὶ πετεινῶν βλάπτειν δυναμένων ἀνθρώπους, τὰ δὲ εἰς ἐποχὴν ῥευμάτων ποταμοῦ ἀτάκτως φερομένου, καὶ ἄλλα εἰς ἕτερα ἐπὶ φθορᾶ καὶ βλάβῃ ἀνθρώπων ὑπάρχοντα ἀποτρόπαια ἵστανται. Καὶ οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ ταῦτα καὶ τὰ τοιαῦτα εἰργάσαντο οἱ δαίμονες δι´ αὐτοῦ, ἀλλά γε καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ παραμένοντες τῷ μνήματι αὐτοῦ σημεῖά τινα ἐξ ὀνόματος αὐτοῦ ἐπετέλεσαν πρὸς ἀπάτην τῶν ἐλεεινῶν ἀνθρώπων, τῶν ῥᾳδίως ὑποκλεπτομένων εἰς τὰ τοιαῦτα ὑπὸ τοῦ Κδιαβόλου. Τί ἄν τις εἴποι περὶ τῶν κατὰ Μανέθωνα μαγικῶν ἔργων; ὃς τοιοῦτος ἄκρος γέγονε τῇ μαγικῇ ἀπάτῃ ὥστε ἀεὶ ἔσκωπτε προδήλως τὸν Ἀπολλώνιον ὡς μὴ ἀκριβῆ τὴν κατ´ αὐτοὺς φιλοσοφικὴν ἐμπειρίαν ἐσχηκότα. Ἔδει γὰρ αὐτὸν, φησὶν, ὥσπερ ἐγὼ, λόγῳ μόνῳ ποιεῖν ἅπερ ἐβούλετο, καὶ μὴ ἀποτελέσμασιν ἐπιτρέπειν τὰ παρ´ αὐτοῦ πραττόμενα. Ταῦτα δὲ πάντα συγχωρήσει τοῦ Θεοῦ καὶ ἐνεργείᾳ δαιμόνων γίνονται πρὸς τὸ διὰ τῶν τοιούτων πραγμάτων δοκιμάζεσθαι τὴν ἡμετέραν ὀρθόδοξον πίστιν, εἰ ἑδραία ἐστὶ καὶ παγία προσμένουσα τῷ Κυρίῳ, καὶ μὴ ὑποσυρομένη ὑπὸ τοῦ ἐχθροῦ διὰ τῶν φαντασιωδῶν τεράτων καὶ σατανικῶν ἔργων τῶν πραττομένων ὑπὸ τῶν δούλων καὶ ὑπηρετῶν τῆς κακίας. Οὐ μὴν δὲ ἀλλὰ καὶ τῷ ὀνόματι Κυρίου προεφήτευσάν τινες, ὡς Βαλαὰμ Σαῦλος καὶ Καῖάφας, καὶ δαιμόνια πάλιν ἐξέβαλον, ὡς Ἰούδας καὶ οἱ υἱοὶ Σκευᾶ. Οὐκοῦν καὶ εἰς ἀναξίους ἡ χάρις ἐνεργεῖ πολλάκις, ἵν´ ἑτέρους εὐεργετήσῃ. Καὶ γὰρ Βαλαὰμ, ἀμφοτέρων ἀλλότριος ἦν, βίου ἀρίστου καὶ πίστεως· ἀλλ´ ὅμως ἐνήργησεν εἰς αὐτὸν ἡ χάρις διὰ τὴν ἑτέρων οἰκονομίαν. Καὶ [Ρ. ἂ] Φαραὼ τοιοῦτος ἦν, ἀλλὰ κἀκείνῳ τὰ μέλλοντα προέδειξε. Καὶ ὁ Ναβουχοδονόσορ παρανομώτατος, ἀλλά γε καὶ τούτῳ τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἀπεκάλυψεν. Ὅθεν δῆλον ὅτι πολλοὶ καὶ τῶν ἐναντίον ἐχόντων φρόνημα ἐπὶ τῷ προσχήματι τοῦ Χριστοῦ τεράστια ποιοῦσιν ἑτέρα τέχνῃ τινὶ πρὸς ἀπάτην ἀνθρώπων ἀπειροκάλων, οἷος ἐγένετο Σίμων ὁ μάγος καὶ Μένανδρος μετ´ ἐκεῖνον καὶ ἄλλοι τοιοῦτοι, δι´ οὓς εἰκότως ἔφη μὴ θαύμασιν ἀπατᾶσθαι προσήκειν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
