# Compendium Historiarum 1.246

Georgius Cedrenus, Compendium Historiarum, 1.246. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.246
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.246

μὴ ἐκζητεῖσθαι, ἐμπεσὸν δὲ κολάζεσθαι. Ἐπὶ αὐτοῦ Σίμωνα τὸν μάγον Μένανδρος διεδέξατο, γόης καὶ ἀπατεὼν, Σαμαρεὺς τὸ γένος, ἑαυτὸν Χριστὸν ὁνομάζων. Ἥν δὲ καὶ Κήρινθος αἱρεσιάρχης τότε καὶ Νικόλαος, εἶς τῶν ἑπτὰ διακόνων, οἱ αἱρεσιάρχαι καὶ ἐχθροὶ τῆς ἀληθείας. Ἐπὶ τούτου ἐμαρτύρησεν ὁ ἅγιος Ἰγνάτιος ὁ θεοφόρος καὶ Συμεὼν ὁ τοῦ Κλεόπα. Θνήσκει δὲ Τραϊανὸς Ἀδριανὸν τὸν γαμβρὸν αὐτοῦ προχειρισάμενος βασιλέα. Ἀδριανὸς Αἴλιος ἐβασίλευσεν ἔτη κδʹ. Ἡν δὲ Ἄφρος τὸ γένος, φιλολόγος, ἐπιτήδειος ἔν τε τῷ πεζῷ λόγῳ καὶ τῷ ἐμμέτρῳ, συγγενὴς καὶ υἱοπεποιημένος τῷ Τραϊανῷ. Οὕτος ἐν Μυσίᾳ θηράσας ᾠκοδόμησε πόλιν, καὶ μετωνόμασεν αὐτὴν Ἀδριανοῦ Θήρας ἐν τοῖς μιτάτοις. Ὡσαύτως καὶ ἐτέραν πόλιν ἐν Θρᾷκῃ, προσαγορεύσας αὐτὴν Ἀδριανούπολιν, καὶ ναὸν ἐν Κυζίκῳ, Ἐφ´ οὗ στασιασάνσων τῶν Ἰουδαίων καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκοδομῆσαι βουληθέντων, ὀργίζεται κατ´ αὐτῶν σφόδρα, καὶ πολέμου γενομένου μεταξὺ ἀνεῖλεν ἐξ αὐτῶν ἐν ἡμέρᾳ μιᾷ μυριάδας νηʹ. Καὶ τὰ μὲν παλαιὰ λείθανα τῆς πόλεως καὶ τοῦ ναοῦ κατερειπώσας κτίζει νέαν Ἱερουσαλὴμ, ἣν δὴ καὶ Αἰλίαν προσπγόρευσε. Καὶ στήσας τὸ ἑαυτοῦ εἴδωλον ἐν τῷ ναῷ, οἰκεῖν Ἕλληνας ἐν τῇ πόλει προσέταξε. Σημεῖον δὲ γέγονε τῆς ἁλώσεως αὐτοῦ ὡς τὸ τοῦ Σολομῶντος σημεῖον αὐτόματον διαλυθῆναι. Σίμηλον δέ τινα ἔν τε φρονήσει καὶ ἐπιεικείᾳ καὶ ἀρεταῖς πολλαῖς κεκοσμημένον πάνυ ἐτίμα, καὶ ἐν μεγάλη ἀρχῇ κατέστησεν αὐτόν· ἀλλ´ ἐπ´ ὁλίγον τῆς ἀρχῆς κρατήσας ἀπέστη αὐτῆς, καὶ ἐν ἀγρῷ ἑπτὰ ἔτη διατρίψας ἐτελεύτησεν, ἐπιγραφῆναι προστάξας ἐν τῶ μνημείῳ αὐτοῦ· Σίμηλος ἐνταῦθα κατάκειται βιώσας μὲν ἔτη.., ζήσας δὲ ἑπτά. Οὑτος Ἀδριανὸς χρέων ὀφειλὰς τῶν ὑπ´ αὐτὸν πόλεων καὶ πολιτῶν τῷ δημοσίῳ λόγῳ ἀνηκούσας ἀπέκοψε, καύσας τοὺς χάρτας. Νίκαιάν τε καὶ Νικομήδειαν σεισμῷ πτωθείσας ἀνεκτήσατο. Ἐπὶ τούτου Ἰουστῖνος ὁ φιλόσοφος κατὰ πασῶν αἱρέσεων ἠνδρίζετο· ὡς γάρ φησι Κλήμης ὁ Στρωματεὺς, ἐπὶ Ἀδριανοῦ ὑπῆρχον αἱρεσιῶται, ἐχθροὶ τῆς τῶν Χριστιανῶν πίστεως, ΤΡ αὕθ] Σατορνῖνος, Βασιλείδης καὶ Καρποκράτης. Θνήσκει δὲ Ἀδριανὸς βίᾳ τῆς νόσου, κράζων· Ὦ Ζεῦς πόσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν καὶ μὴ τυγχάνειν· Τελευτῶν δὲ προχειρίζεται Ἀντωνῖνον·

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
