# Compendium Historiarum 1.25

Georgius Cedrenus, Compendium Historiarum, 1.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.25

ἐμφερές προφανέστατα δείκνυσι. Κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν Θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὴν τιμὴν τῆς κατασκευῆς· καὶ γὰρ βουλῆς ἐνέργεια τὸ πᾶν. Τὸ, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ´ αὐτὸν,» διὰ τὸ μέλλον τῆς παιδογονίας λέγει· συνεργεῖ γὰρ τὸ θῆλυ τῷ ἀνδρὶ πρὸς τὴν τοῦ γένους αὔξησίν τε καὶ διαμονήν. Πλασθείσης δὲ τῆς γυναικὸς, ὡς ἑώρα αὐτὴν ὁ Ἀδὰμ, οὐχ ὡς γυναῖκα θεώμενος ἔπασχεν, ἀλλ´ ὡς ἐαυτὸν ὁρῶν πνευματικῶς ηὐφραίνετο, τὴν ὁμοίαν βλέπων καὶ ταύτην ἔχουσαν κατασκευήν. Ὡσαύτως καὶ ἡ γυνὴ ὁρῶσα τὸν ἄνδρα μεγάλως ἠγάλλετο, κατ´ αὐτὸν οὗσαν ἑαυτὴν ἐννοοῦσα. Τὸ δὲ, «Θανάτῳ ἀποθανεῖσθε,» Θνητοὶ ἔσεσθε σημαίνει, ὡς καὶ ὁ Σύμμαχος ἡρμήνευσεν. Ἐργάζεσθαι καὶ φυλάσσειν σημαίνει, ἐργάζεσθαι μὲν τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν τῷ τοσούτων καὶ τηλικούτων ἀγαθῶν παροχεῖ, φυλάσσειν δὲ καὶ τηρεῖν, μήπως ἀπονοηθεὶς καὶ λήθην τοῦ εὐεργέτου λαβὼν τῆς ἐν χεροὶν ἀποπέσῃ μακαριότητος καὶ εὐζωΐας. Ἀδὰμ δὲ ἐρμηνεύεται γήῖνος, Εὕα δὲ ζωή· καὶ γὰρ αὐτοὶ τῆς γηδνης καὶ σαρκικῆς ζωῆς ἀρχηγοὶ καὶ πατέρες τῶ ὄντι χρηματίζουσιν, ὥσπερ τῆς οὐρανίας καὶ πνευματικῆς Ἰησοῦς Χριστὸς ὁ νέος Ἀδὰμ, καὶ ἡ ἀπειρἀνδρως αὐτὸν τεκοῦσα, ἀπαρχὴ καὶ αἰτία τοῖς πᾶσι τοῦ Θεοῦ τέκνοις εἰσίν. Ὅτι τινὲς ἐκ παραδόσεως ἐκατὸν ἔτη τὸν Ἀδὰμ ἐν τῷ Παραδείσῳ φασὶ πεποιηκέναι. Ἄλλοι δὲ τρίτην μὲν ὥραν πεπλάσθαι, ἔκτην [Ρ. θ] δὲ παραβῆναι, ἐννάτην δὲ ἐκβεβλῆσθαι, τὸ ἐν ἕκτῃ μὲν ὥρᾳ ἐνσταυρῶσθαι τὸν Ἰησοῦν, ἐννάτῃ δὲ τοῦτον ὑπὲρ ἡμῶν ἀποθανεῖν τεκμήριον τιθέμενοι. Ἴσως δὲ, ὅτι καὶ τὸ δειλινὸν ἦλθεν ὁ Κύριος πρὸς αὐτοὺς, εἰς ταύτην ὑπενεχθῆναι τὴν ὑπόνοιαν. Στενὸν δὲ κομιδῇ τὸ τρίωρον τῆς ἐν παραδείσῳ διατριβῆς τοῦ προπάτορος διάστημα, καὶ λίαν ἀπίθανον ὡς τῆς μεγαλο πρεπείας τοῦ τὰ πάντα δυσθεωρήτοις τοφίας κρίμασιν οἰκονομοῦντος ἀνάξιον. Πότε γὰρ ἑν τρισὶν ὥραις χερσαίοις τε καὶ πτηνοῖς πᾶσιν ὀνόματα καλεῖν εἶχε καιρόν; Πότε δὲ τῶν ἄλλων ἐν τῷ παραδείσῳ καρπῶν μετασχὼν, καὶ τῆς αὐτῶν μεταλήψεως κόρον λαβὼν, εἰς ἐπιθυμίαν τῆς τοῦ ἀπηγορευμένου ξύλου γεύσεως ἐλήλυθεν; Ἵνα μὴ λέγω τὴν ἐπήρειαν τῆς βασκανίας καὶ τῆς τοῦ ὄφεως πρὸς τὴν γυναῖκα προσβολῆς καὶ συμβουλίας· καὶ γὰρ αὐτὴ πλείονος ἐδεῖτο τῆς τοῦ χρόνου τριβῆς. Διὰ τοῦτο μὲν ἐν ἕκτῃ ἡμέρᾳ καὶ ἐν ἕκτῃ ὥρα τετολμῆσθαι τὴν παράβασιν, ἐννάτη δὲ ὥρᾳ τῆς αὐτῆς ἡμέρας τοῦ Παραδείσου καὶ τῆς ἐν αὐτῷ ζωῆς τοὺς ἀθετήσαντας ἐκπεσεῖν σφόδρα πιθανὸν καὶ πιστὸν, δι´ ἐτῶν δὲ ἑπτὰ τοῦτο γενέσθαι, ὡς τῶν πρεσβυτέρων τινὲς ἀπεφήναντο. Ὁ δέ γε μέγας ἐν διδασκάλοις Ἰωάννης ὁ Χρυσόστομος, ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τῇ ἕκτῃ ἡμέρᾳ τῆς πρώτης ἑβδομάδος, τουτέστι τῇ αὐτῇ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ, λέγει τὸν Ἀδάμ ἐκβληθῆναι τοῦ Παραδείσου καὶ τὴν Εθαν· ᾧ καὶ ἡμεῖς πειθόμεθα. Καὶ οὐ χρὴ ζητεῖν περαιτέρω τὰ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
