# Compendium Historiarum 1.26

Georgius Cedrenus, Compendium Historiarum, 1.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.26

τῇ θεοπνεύστῳ Γραφῇ ὑπὸ τοῦ ἁγίου Πνεύματος σεσιγημένα, ἵνα μὴ ἀντὶ κέρδους μικροῦ μεγάλην ἐπισπασώμεθα ζημίαν. Τὸ δὲ εἰρημένον ὅτι «Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν,» οὐχὡς δι´ ἀπειθείας ἐπὶ κακίαν προκόψαντος, ἀλλὰ διὰ τὸ εἰρηκέναι, «Κατ´ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν» Ἀλλὰμή τις ὑπολάβῃ ὅτι τὸ ξύλον τοιαύτης ἦν φύσεως ὡς γνῶσιν παρέχειν καλοῦ καὶ κακοῦ. Οὐ γὰρ ἦν τι βλαβερὸν ἐν Παραδείσῳ, ὅρος δὲ ἐτέθη ἐπὶ τῷ φυτῷ πρὸς γυμνασίαν τῆς ἐλευθεριότητος. Καὶ ὅτι οὐ τὸ ξύλον αἴτιον γνώσεως τῷ Ἀδὰμ γέγονε, δῆλον· ἡ γὰρ ἐντολὴ ὡς πρὸς εἰδότα ἄμφω ἐδόθη, τό τε καλὸν καὶ πονηρὸν, τήν τε ὑπακοὴν καὶ τὴν παρακοὴν, ῶστε ἡ γνῶσις προύλαβε τὴν ἐντολὴν. Δέδοται δὲ αὔτη διὰ τὸ, ὡς εἴρηται, αὐτεξουσίῳ βουλήματι κινούμενον τὸν ἄνθρωπον, ἐπ´ ἀδείας τε ἔχοντα ἀπὸ πάντων μεταλαμβάνειν τῶν ἄλλων δένδρων, ἐνὸς δὲ μόνου νόμῳ προσταττόμενον ἀπέχεσθαι, καὶ γινώσκειν ὡς ὑπὸ δεσπότην ἐστὶ τὸν καὶ τὴν ἐντολὴν δεδωκότα. Τὸ δὲ, «Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλ μοί,» οὐχ ὡς τότε βλεψάντων [. Τ] τῶν πρωτοπλάστων εἴρηταιείκνυνται γὰρ καὶ πρὸ τῆς βρώ σεως ὁρῶντες ἐκ τοῦ λέγεσθαι· «Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν»), ἀλλ´ ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ παραβάσεως, ὃ καὶ τὴν γύμνωσιν ἀδιάφορον παρέσχεν, ἐρρήθη ὅτι διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Πέφυκε γὰρ ὁ ὀφθαλμὸς ἄπας ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέπει· σύνεσιν γὰρ Κκαθ´ ἑαυτὸν αὐτὸς οὐκ ἔχει. Ὥστε πολλάκις πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης τυφλοῦ δίκην παρερχόμεθα ἐνίοτε καὶ τὸν πάνυ γνώριμον, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπολογούμεθα. Οὕτως οὖν ὁ Ἀδάμ καὶ ἡ Εὔα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν. Τὸ γὰρ, «ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν,» ἀποκάλυψιν σημαίνει τὴν ἐγγενομένην τῷ λογισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμῶν. Λεχθήσεται δὲ κἀκεῖνο, ὅτι πρὸ τῆς ἀπειθείας, ἐπειδὴ καιρὸν οὐκ εἶχε τὰ τῆς παιδοποιίας, οὐκ ἐδέδοτο παρὰ Θεοῦ ἡ παρατήρησις τῆς γυμνώσεως, ἀλλὰ διετέλουν ὡς ἄσαρκοι, σαρκικῆς Ἀιαθέσεως οὔπω καιρὸν ἔχοντες. Ἐπειδὴ δὲ ἡ ἀπείθεια ἐπισυμβᾶσα τὸ θνητὸν ἐπηγάγετο, εἰκότως λοιπὸν ἐνεδόθη τούτοις ἡ πρὸς ἀλλήλους αἰδώς· καὶ νενοήκασιν ὕστερον τῶν σχημάτων τὴν διαφορὰν, προθεωρηθεῖσαν τῷ πλάσματι πρὸς τὸ ἀναγκαῖον τῆς τοῦ γένους διαδοχῆς. Ἐκ φύλλων δὲ συκῆς ἐποίησαν ἑαυτοῖς περιζώματα, αἰνιττομένων διὰ τοῦ ξύλου τὸν τρόπον τῆς κακοπραγίας· ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ δὲ καὶ πικρότατον τὸ φύλλον, οὔτω πᾶσα ἀμαρτία ἐν μὲν τῇ πράξει δείκνυται ἡδεῖα, μετὰ δὲ ταῦτα ὀδύνην παρέχει τῷ πεπραχότι. Περὶ δὲ τῶν δερματίνων χιτώνων φησὶν ὁ θεολόγος Γρηγόριος ὅτι θνητὸν αὐτὸν ἀπεφήνατο ὁ Θεὸς νεκρότητι περιβάλλων. Τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες σημαίνει ἀπὸ τοῦ λόγου τῆς τῶν ζώων νεκρότητος, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς ὄψεως ἡ ἀμαρτία πᾶσα αὐτόπρεμνος διαφθαρῇ. Διὰ γὰρ τοῦτο καὶ τοῦ Παραδείσου ἐκβάλλεται, ἵνα μὴ τῇ αὐτεξουσιότητι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
