# Compendium Historiarum 1.263

Georgius Cedrenus, Compendium Historiarum, 1.263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.263
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.263

τῆς τοῦ δυσσεβοῦς θρασύτητος τὴν κατὰ τοῦ Θεοῦ μεγαλαυχίαν, ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα σπουδῆς αὐτοῦ καὶ τῆς καθ´ ἡμῶν ἔνεκα πολιορκίας μὴ λιμόν μηδὲ λοιμὸν μήτε μὴν πόλεμον ἐπὶ τὸν αὐτοῦ συμβῆναι καιρὸν ἐνηβρύνετο. Ταῦτα δὴ οὖν ἄμα καὶ κατὰ ταυτὸν ἐπῆλθον, καὶ τῆς κατὰ´ αὐτὸν καταστροφῆς περιειλήφει τὰ προοίμια. Αὐτὸς μὲν οὐν τ´ν πρὸς Ἀρμενίους πόλεμον ἅμα τοῖς αὐτοῦ στρατοπέδοις κατεπονεῖτο. τοὺς δὲ λριποῖλ τῶν τὰς ὑπὸ αὐτὸν πόλεις καὶ χώρας οἰκούντων δεινῶς ὁ λιμὸς ἅμακαὶ ὁ λοιμὸς κατέτρυχε, καὶ μυρίοι μὲν ἐτύγχανον οἱ κατὰ πόλεις θνήκοντες, πλείους δὲ οἱ κατὰ’´ ἀγροὺς καὶ κώμας, ἀπάντων σχεδόν τροφῆς ἐνδείᾳ καὶ λοιμώδει νόσῳ διεφθαρμένων. Καὶ γὰρ οἱ μὲν χόρτον διαμασώμενοι καὶ τὴν ἕξιν λυμαινόμενοι διώλλυντο, οἱ δὲ ἀπεσκληκότες ὥσπερ εἴδωλα νεκρὰ, ὧδε κἀκεῖσε ψυχοῤῥαγοῦντες ἐνσειόμενοί τε καὶ περιολισθαίνοντες, κατέπιπτον ἐν ταῖς πλατείαις. Ὅθεν νεκρὰ σώματα καὶ γυμνὰ, ἐφ´ ἡμέραις πλείοσιν ἄταφα διεῤῥιμμένα, θέαν οἰκτρὰν καὶ ἐλεεινὴν παρεῖχον τοῖς ὁρῶσιν, ἤδη γέ τοι καὶ κυνῶν τινες ἐγένοντο βορά. Οὐχ ἥκιστα δὲ καὶ ὁ λοιμὸς πάντας οἴκους ἐπενέμετο. Μετ´ οὐ πολὺ δὲ καὶ αὐτοὶ οἱ τύραννοι ἄξια τῆς δυσσεβείας αὐτῶν τὰ ἐπίχειρα ἐκομίσαντο, οἱονεὶ ἀῤῥαβῶνα τῶν μελλόντων αὐτοὺς μετὰ θάνατον διαδέξασθαι τιμωριῶν ἐντεῦθεν κομιζόμενοι. Νόσῳ γὰρ δεινοτάτῃ ὁ Διοκλητιανὸς μετὰ τὴν ἀπόθεσιν τῆς βασιλείας περιπεσὼν ἀλγηδόσιν ἰσχυραῖς τὴν σάρκα πᾶσαν διελυμαίνετο, καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆς σφοδροτάτης φλογώσεως, ἡ δὲ σὰρξ πᾶσα κηροῦ δίκην διετήκετο. Καὶ σὺν τούτοις ἐκτυφλοῦται καὶ πηρὸς ὁ δείλαιος ἀπακαθίσταται. Κἀντεῦθεν ἐλεεινῶς διαφθειρόμενος καὶ δεινῶς κατασηπόμενος σκωλήκων πλῆθος ἐκ τοῦ φάρυγγος ἀνέφερε σὺν τῇ γλώσσῃ αὐτοῦ κατασαπείσῃ. Τοσαύτην οὗν δυσωδίαν ἐξέπεμπεν ὡς οὐδὲν τῶν ἐν τάφοις διαλυθέντων νεκρῶν διαφέρειν. Ὁ δὲ τύραννος ἐν τούτοις ἐμπνέων στενάξας θάνατον ἐπεκαλεῖτο, καὶ τὰ τελευταῖα πνέων ἔφη· Οἴ μοι τῷ ἐλεεινῷ καὶ θρήνων ἀξίῳ, ὁποίαν τῶν εἰς Χριστια νούς μοι τετολμημένων ἀσεβειῶν ἀξίαν ὑπέχω τὴν τιμωρίαν! Καὶ ταῦτα μὲν ὕστερον συμβέβηκε τῷ ἀλιτηρίῳ. [Ρ.αθθ] Τῷ δὲ θʹ καὶ ι´ ἔτει τῇς βασιλείας αὐτοῦ Κωνστάντιον τὸν λεγόμενον Χλωρὸν διὰ τὴν ὡχρότητα τοῦ προσώπου αὐτοῦ καὶ Μαξιμιανὸν Γαλλέριον Καίσαρας ἐποίησαν, πείσαντες τὰς ἰδίας αὐτῶν καταλιπόντας γαμετὰς τὰς αὐτῶν εἰληφέναι θυγατέρας. Θεοδώρα ἦν τοῦ Κωνσταντίου καὶ Βαλλερία ἡ τοῦ Γαλλερίου ἤτοι τοῦ Διοκλητιανοῦ θυγάτηρ. Τῷ ι αὐτοῦ ἔτει τῆς Ἀλεξανδρείας σὺν τῇ Αἰγύπτῳ ὑπὸ Ἀχιλλέως ἀποστατησάσης, τῇ προσβολῇ τῶν Ῥωμαίων πλεῖστοι ἀνῃρέθησαν. Τῷ ια´ ἔτει φρικτὸν διωγμὸν κατὰ Χριστιανῶν ἐγείραντες πολλὰς μυριάδας μάρτυρας ἐποίησαν. Τοῦτο ἔτος ἦν τοῦ κόσμου εψπζʹ. Καί φησιν Εὐσέβιος ὅτι Ἄδαγκτος μάγιστρος ἐμαρτύρησε.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
